30
οἱ δὲ ἀλεκτρυόνες οὐκ ἀγανακτοῦσιν ἐπὶ τούτοις οὐδὲ οἱ κύνες οὐδὲ τῶν ὄνων οὐδείς, οὐδὲ οἱ Πέρσαι· καίτοι δοκοῦσι τῶν κατὰ τὴν Ἀσίαν ἄριστοι. πρὸς δὲ τούτοις ἐτύφλωσεν αὑτόν· ἔπειτα ἠλᾶτο τετυφλωμένος, ὥσπερ οὐ δυνάμενος βλέπων πλανᾶσθαι. καὶ ὃς ἀκούσας ἔφη, Σὺ μέν, ὦ Διόγενες, ἀναισθητότατον ἁπάντων ἀνθρώπων ἀποφαίνεις τὸν Οἰδίπουν· οἱ δὲ Ἕλληνες οἴονται οὐκ εὐτυχῆ μὲν γενέσθαι ἄνθρωπον, συνετὸν δὲ πάντων μάλιστα·
31
μόνον γοῦν αὐτὸν λῦσαι τὸ αἴνιγμα τῆς Σφιγγός. καὶ ὁ Διογένης γελάσας, Μὴ γάρ, ἔφη, ἐκεῖνος ἔλυσε τὸ αἴνιγμα; οὐκ ἀκήκοας ὅτι ἄνθρωπον αὐτὸν ἐκέλευσε γνῶναι ἡ Σφίγξ; ὁ δὲ ἄνθρωπον μὲν ὅ ἐστιν οὔτε εἶπεν οὔτε ἔγνω· τὸ δὲ ὄνομα τὸ τοῦ ἀνθρώπου λέγων ᾤετο λέγειν τὸ ἐρωτώμενον· ὥσπερ εἴ τις ἐρωτηθεὶς τί ἐστι Σωκράτης, ὁ δὲ μηδὲν εἴποι πλέον τοῦ ὀνόματος, ὅτι Σωκράτης. ἐγὼ δὲ ἤκουσά του λέγοντος ὅτι ἡ Σφίγξ ἡ ἀμαθία ἐστίν.
32
ταύτην οὖν καὶ πρότερον διαφθεῖραι τοὺς Βοιωτοὺς καὶ νῦν, οὐδὲν αὐτοὺς ἐῶσαν εἰδέναι, ἅτε ἀνθρώπων ἀμαθεστάτους. τοὺς μὲν οὖν ἄλλους μᾶλλόν τι αἰσθάνεσθαι τῆς αὑτῶν ἀνοίας, τὸν δὲ Οἰδίποδα, σοφώτατον ἡγησάμενον αὑτὸν εἶναι καὶ διαπεφευγέναι τἠν Σφίγγα καὶ πείσαντα τοὺς ἄλλους Θηβαίους τοῦτο, κάκιστα ἀπολέσθαι. ὅσοι γὰρ ἂν ἀμαθεῖς ὄντες πεισθῶσι σοφοὶ εἶναι, οὗτοι πολύ εἰσιν ἀθλιώτεροι τῶν ἄλλων ἁπάντων· καὶ ἔστι τοιοῦτον τὸ τῶν σοφιστῶν γένος.
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.