11
πρὸς δὲ τούτοις σύμμετρον ἐποίησε τὴν γαστέρα, καὶ οὐ δεῖται πλείονος τροφῆς ὁ ἄνθρωπος ἢ δυνατός ἐστιν αὑτῷ πορίζειν, ἀλλὰ τοῦτο μέτρονἑκάστῳ ἱκανώτατον καὶ ἄριστον καὶ ὑγιέστατον. ὥσπερ οὖν ἡ χεὶρ ἀσθενεστέρα ἐστὶν ἡ πλείονας δακτύλους ἔχουσα τῶν φύσει γιγνομένων, καὶ ὁ τοιοῦτος ἄνθρωπος ἀνάπηρος καλεῖται τρόπον τινὰ ᾧ ἂν ἔξωθεν προσφυῇ δάκτυλος περιττός, καὶ μηδὲ τοῖς ἄλλοις χρῆσθαι δύναται κατὰ τρόπον, οὕτως ὅταν πολλοὶ πόδες καὶ πολλαὶχεῖρες καὶ πολλαὶ γαστέρες ἀνθρώπῳ τινὶ προσγένωνται, μὰ Δίʼ οὐκ ἰσχυρότερος οὗτος γίγνεται πρὸς οὐδὲν οὐδὲ μᾶλλον τυγχάνει ὧν δεῖ τυγχάνειν αὐτόν, ἀλλὰ πολὺ ἔλαττον καὶ δυσχερέστερον.
12
σὺ δέ, ἔφη, νῦν μὲν ἑνὶ ἀνθρώπῳ ζητεῖς τροφήν, τότε δὲ δυσί· καὶ νῦν μὲν σαυτὸν νοσηλεύσεις, ἐὰν ἄρα συμβῇ τις ἀσθένεια, τότε δὲ ἀνάγκη θεραπεύειν κἀκεῖνον νοσοῦντα· καὶ νῦν μὲν ὅταν αὐτὸς ᾖς ἐν τῇ οἰκίᾳ, οὐ φροντίζεις μή τι αὐτὸς ὑφέλῃ, οὐδὲ ὅταν καθεύδῃς, μὴ ἐγρηγορὼς ὁ παῖς κακόν τι ἐργάσηται. πάντα δὴ ταῦτα δεῖ σε σκοπεῖν. γυναῖκα τοίνυν εἰ ἔχεις, τότε μὲν οὐκ ἂν ἠξίου σε θεραπεύειν, ὁρῶσα οἰκέτην ἔνδον τρεφόμενον, καὶ τὰ μὲν ἐκείνῳμαχομένη, τὰ δὲ αὐτὴ τρυφῶσα, ἐνοχλεῖν σε ἔμελλεν· νῦν δὲ ἧττον μὲν αὐτὴ ἀργήσει, μᾶλλον δὲ σοῦ ἐπιμελήσεται.