21
τοῦτο δὲ οὐ μικρὸν παρεῖχε τοῖς ἀνθρώποις, ὁπότε ἴδοι τινὰ μάτην ἐπαιρόμενον καὶ διὰ πρᾶγμα οὐδενὸς ἄξιον ἔξω τοῦ φρονεῖν, συστείλας ἐπὶ βραχὺ καὶ ἀφελὼν μικρόν τι τῆς ἀνοίας, ὥσπερ οἱ τὰ πεφυσημένα καὶ οἰδοῦντα νύξαντες ἢ σείσαντες.
22
ἐν δὲ τούτῳ θεασάμενος ἵππους ἐν τῷ αὐτῷ δεδεμένους, ἔπειτα μαχομένους τε καὶ λακτίζοντας αὑτούς, καὶ πολὺν ὄχλον περιεστῶτας καὶ θεωμένους, ἕως καμὼν ὁ ἕτερος ἔφυγεν ἀπορρήξας προσελθὼν ἐστεφάνωσε τὸν μένοντα καὶ ἀνεκήρυττεν ὡς Ἰσθμιονίκην, ὅτι λακτίζων ἐνίκησεν. ἐπὶ τούτῳ γέλως καὶ θόρυβος ἦν ἁπάντων, καὶ τὸν Διογένην πολλοὶ ἐθαύμαζον καὶ τῶν ἀθλητῶν κατεγέλων, καί τινας ἀπελθεῖν φασιν οὐκ ἰδόντας αὐτούς — ὅσοι κακῶς ἐσκήνουν ἢ καὶ τούτου ἠπόρουν.
(9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ.
1
ἀπιών ποτε Διογένης ἐκ Κορίνθου Ἀθήναζε συνέβαλε κατὰ τὴν ὁδὸν ἑνὶ τῶν γνωρίμων, καὶ ἤρετο ποῖ ἄπεισιν, οὐχ ὥσπερ οἱ πολλοὶ τὰ τοιαῦτα ἐπερωτῶσιν, ἐπιδεικνύμενοι ὅτι οὐκ ἀμελὲς εἰδέναι αὐτοῖς τὰ περὶ τῶν φίλων, ἔπειτα ἀκούσαντες μόνον ἀπηλλάγησαν· ἀλλʼ ὥσπερ οἱ ἰατροὶ ἀνακρίνουσι τοὺς ἀσθενοῦντας ὅ τι μέλλουσι ποιεῖν ἕνεκα τοῦ συμβουλεῦσαι, καὶ τὰ μὲν κελεύουσι, τὰ δὲ ἀπαγορεύουσιν, οὕτως ἀνέκρινεν ὁ Διογένης τὸν ἄνθρωπον ὅ,τι πράττοι;