9
πολλοὶ δὲ οὐκ εἴων, ἀλλʼ ἠγανάκτουν, καθάπερ Ὅμηρός φησι τὸν Ὀδυσσέα προσπαίζειν τοὺς μνηστῆρας, κἀκεῖνον πρὸς ὀλίγας ἡμέρας ἐνεγκεῖν τὴν ἀκολασίαν αὐτῶν καὶ τὴν ὕβριν· ὁ δὲ ὅμοιος ἦν ἐν ἅπαντι· τῷ ὄντι γὰρ ἐῴκει βασιλεῖ καὶ δεσπότῃ, πτωχοῦ στολὴν ἔχοντι, κἄπειτα ἐν ἀνδραπόδοις τε καὶ δούλοις αὑτοῦ στρεφομένῳ τρυφῶσι καὶ ἀγνοοῦσιν ὅστις ἐστί, καὶ ῥᾳδίως φέροντι μεθύοντας ἀνθρώπους καὶ μαινομένους ὑπὸ ἀγνοίας καὶ ἀμαθίας.
10
ὅμως δὲ οἵ τε ἀθλοθέται τῶν Ἰσθμίων καὶ τῶν ἄλλων ὅσοι ἔντιμοι καὶ δυνατοὶ σφόδρα ἠποροῦντο καὶ συνεστέλλοντο, κατʼ ἐκεῖνον ὁπότε γένοιντο, καὶ πάντες οὗτοι σιγῇ παρῄεσαν ὑποβλέποντες αὐτόν. ἐπεὶ δὲ καὶ ἐστεφανώσατο τῆς πίτυος, πέμψαντες οἱ Κορίνθιοι τῶν ὑπηρετῶν τινας ἐκέλευον ἀποθέσθαι τὸν στέφανον καὶ μηδὲν παράνομον ποιεῖν.
11
ὁ δὲ ἤρετο αὐτοὺς διὰ τί παράνομόν ἐστιν αὐτὸν ἐστεφανῶσθαι τῆς πίτυος, ἄλλους δὲ οὐ παράνομον. εἶπεν οὖν τις αὐτῶν, Ὅτι οὐ νενίκηκας, ὦ Διόγενες. ὁ δέ, Πολλούς γε, εἶπεν, ἀνταγωνιστὰς καὶ μεγάλους, οὐχ οἷα ταῦτά ἐστι τὰ ἀνδράποδα τὰ νῦν ἐνταῦθα παλαίοντα καὶ δισκεύοντα καὶ τρέχοντα,
12
τῷ παντὶ δὲ χαλεπωτέρους, πενίαν καὶ φυγὴν καὶ ἀδοξίαν, ἔτι δὲ ὀργήν τε καὶ λύπην καὶ ἐπιθυμίαν καὶ φόβον καὶ τὸ πάντων ἀμαχώτατον θηρίον, ὕπουλον καὶ μαλθακόν, ἡδονήν· ᾗ οὐδεὶς οὔτε τῶν Ἑλλήνων οὔτε τῶν βαρβάρων ἀξιοῖ μάχεσθαι καὶ περιεῖναι τῇ ψυχῇ κρατήσας, ἀλλὰ πάντες ἥττηνται καὶ ἀπειρήκασι πρὸς τὸν ἀγῶνα τοῦτον, Πέρσαι καὶ Μῆδοι καὶ Σύροι καὶ Μακεδόνες καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, πλὴν ἐμοῦ.