31
καὶ Διομήδην δὲ τὸν Θρᾷκα, ὅτι ποικίλην εἶχεν ἐσθῆτα καὶ καθῆστο ἐπὶ θρόνου πίνων διʼ ἡμέρας καὶ τρυφῶν, καὶ τοὺς ξένους ἠδίκει καὶ τοὺς ὑφʼ αὑτῷ, πολλὴν ἵππον τρέφων, τῷ ῥοπάλῳ παίων διήραξεν ὥσπερ πίθον παλαιόν. καὶ τὸν Γηρυόνην, πλείστους βοῦς ἔχοντα καὶ τῶν πρὸς ἑσπέρας ἁπάντων πλουσιώτατον ὄντα καὶ ὑπερηφανώτατον, αὐτόν τε ἀπέκτεινε καὶ τοὺς ἀδελφοὺς καὶ τὰς βοῦς ἀπήλασε.
32
τὸν δὲ Βούσιριν εὑρὼν πάνυ ἐπιμελῶς ἀθλοῦντα καὶ διʼ ὅλης ἡμέρας ἐσθίοντα καὶ φρονοῦντα μέγιστον ἐπὶ πάλῃ, διέρρηξεν ἐπὶ τὴν γῆν καταβαλὼν ὥσπερ τοὺς θυλάκους τοὺς σφόδρα γέμοντας. καὶ τῆς Ἀμαζόνος ἔλυσε τὴν ζώνην, θρυπτομένης αὐτῷ καὶ νομιζούσης ὅτι τῷ κάλλει κρατήσει, συγγενόμενος δʼ ἀπῄει δείξας ὅτι οὐκ ἄν ποτε ἡττηθείη κάλλους οὐδʼ ἂν μείνειε χάριν γυναικὸς πόρρω τῶν αὑτοῦ κτημάτων οὐδέποτε.
33
τὸν δὲ Προμηθέα, σοφιστήν τινα, ἐμοὶ δοκεῖν, καταλαβὼν ὑπὸ δόξης ἀπολλύμενον, καὶ νῦν μὲν οἰδοῦντος αὐτῷ καὶ αὔξοντος τοῦ ἥπατος, ὁπότε ἐπαινοῖτο, πάλιν δὲ φθίνοντος, ὁπότε ψέγοιεν αὐτόν,ἐλεήσας καὶ φοβήσας ἔπαυσε τοῦ τύφου καὶ τῆς φιλονικίας· καὶ οὕτως ᾤχετο ὑγιᾶ ποιήσας. ταῦτα μὲν οὖν ἔπραττεν οὐδὲν Εὐρυσθεῖ χαριζόμενος.