17
καὶ γὰρ δοκοῦσι μέν, ἔφη, δεινοὶ καὶ ἀνυπόστατοι πᾶσι τοῖς κακοῖς οἱ ἀνταγωνισταὶ οὗτοι· ἐὰν δέ τις αὐτῶν καταφρονήσῃ καὶ προσίῃ θαρρῶν οὐ χαλεπὸν δειλοὺς καὶ ἀδυνάτους ἄνδρας ἰσχυροὺς κρατῆσαι, μάλιστα τοῖς κυσὶν ὁμοίους, οἳ τοὺς μὲν φεύγοντας ἐπιδιώκουσι καὶ δάκνουσι καὶ διέσπασαν ἔστιν οὓς καταλαβόντες, τοὺς δὲ ἐπιόντας καὶ μαχομένους φοβοῦνται καὶ ἀναχωροῦσι, τελευτῶντες δὲ σαίνουσιν, ἐπειδὰν συνήθεις γένωνται.
18
οἱ δὲ πολλοὶ ἄνθρωποι ἐκπεπληγμένοι αὐτοὺς καὶ ἀεί ποτε φεύγοντες κρίνουσιν, οὐδέποτε ἐναντίον βλέποντες. καὶ γὰρ δή, ὥσπερ οἱ πυκτεύειν εἰδότες, ἐὰν μὲν προλάβωσι τὸν ἀνταγωνιστήν, οὐ παίονται τὴν ἀρχήν, πολλάκις δὲ ἀπέβησαν αὐτοὶ καταβαλόντες· ἐὰν δὲ ὑποχωρῶσι φοβούμενοι, τότʼ ἰσχυροτάτας πληγὰς λαμβάνουσιν· οὕτως ἐὰν μέν τις τοὺς πόνους δέχηται καταφρονῶν καὶ πλησιάζῃ προθύμως, οὐ πάνυ ἰσχύουσι πρὸς αὐτόν· ἐὰν δὲ ἀφιστῆται καὶ ἀναχωρῇ, τῷ παντὶ μείζους καὶ σφοδρότεροι δοκοῦσι.
19
τοῦτο δʼ ἂν ἴδοις καὶ ἐπὶ τοῦ πυρὸς γιγνόμενον· ἐὰν μὲν σφόδρα ἐπιβῇς, ἔσβεσας τὸ πῦρ· ἐὰν δὲ ὑποπτεύων καὶ δεδοικώς, σφόδρα ἐκαύθης· ὥσπερ ἐνίοτε παίζοντες οἱ παῖδες τῇ γλώττῃ τὸ πῦρ σβεννύουσιν. οὗτοι μὲν οὖν οἱ ἀνταγωνισταὶ σχεδὸν ὅμοιοί εἰσι τοῖς παμμάχοις, παίοντές τε καὶ ἄγχοντες καὶ διασπῶντες καὶ ἀποκτιννύντες ἐνίοτε.