10
εὐθὺς οὖν καὶ αὐτῷ τινες προσῆλθον, τῶν μὲν Κορινθίων οὐδείς· οὐδὲ γὰρ ᾤοντο οὐδὲν ὠφεληθήσεσθαι, ὅτι καθʼ ἡμέραν ἑώρων αὐτὸν ἐν Κορίνθῳ· τῶν δὲ ξένων ἦσαν οἱ προσιόντες, καὶ τούτων ἕκαστος βραχύ τι εἰπὼν ἢ ἀκούσας ἀπῄει, φοβούμενος τὸν ἔλεγχον.
11
διὰ δὴ τοῦτο ἔφη ὁ Διογένης προσεοικέναι τοῖς κυσὶ τοῖς Λάκωσι· καὶ γὰρ τούτους, ὅταν στῶσιν εἰς τὰς πανηγύρεις, πολλοὺς μὲν εἶναι τοὺς καταψήχοντας καὶ προσπαίζοντας, μηδένα δὲ ὠνεῖσθαι ῥᾳδίως, διὰ τὸ μὴ ἐπίστασθαι χρῆσθαι. πυθομένου δέ τινος εἰ καὶ αὐτὸς ἥκοι τὸν ἀγῶνα θεασόμενος, οὐκ, ἔφη, ἀλλʼ ἀγωνιούμενος. καὶ ὃς ἐγέλασέ τε καὶ ἤρετο αὐτὸν τίνας ἔχοι τοὺς ἀνταγωνιστάς.
12
ὁ δὲ ὥσπερ εἰώθει ὑποβλέψας, Τοὺς χαλεπωτάτους, εἶπε, καὶ ἀμαχωτάτους, οἷς οὐδεὶς δύναται ἀντιβλέψαι τῶν Ἑλλήνων, οὐ μέντοι διατρέχοντας ἢ παλαίοντας ἢ διαπηδῶντας οὐδὲ πυκτεύοντας καὶ ἀκοντίζοντας καὶ δισκεύοντας ἀλλὰ τοὺς σωφρονίζοντας.
13
τίνας μήν; ἤρετο. τοὺς πόνους, ἔφη, μάλα ἰσχυρούς τε καὶ ἀνικήτους ὑπὸ ἀνθρώπων ἐμπεπλησμένων καὶ τετυφωμένων καὶ τὰς μὲν ἡμέρας ὅλας ἐσθιόντων, ἐν δὲ ταῖς νυξὶ ῥεγκόντων, ὑπὸ δὲ ἀνδρῶν ἡττωμένους λεπτῶν τε καὶ ἀσάρκων καὶ τῶν σφηκῶν τὰς γαστέρας μᾶλλον ἐντετμημένων.