2
ἐπεὶ αὐτόν γε τὸν Ἀντισθένην παραβάλλων πρὸς τοὺς λόγους ἐνίοτε ἤλεγχεν ὡς πολὺ μαλακώτερον, καὶ ἔφη αὐτὸν εἶναι σάλπιγγα λοιδορῶν· αὑτοῦ γὰροὐκ ἀκούειν φθεγγομένου μέγιστον. καὶ ὁ Ἀντισθένης ὑπέμενεν αὐτὸν ταῦτα ἀκούων· πάνυ γὰρ ἐθαύμαζε τοῦ ἀνθρώπου τὴν φύσιν.
3
ἔλεγεν οὖν ἀμυνόμενος ἀντὶ τῆς σάλπιγγος τοῖς σφηξὶν αὐτὸν ὅμοιον εἶναι. καὶ γὰρ τῶν σφηκῶν εἶναι τὸν μὲν ψόφον τῶν πτερῶν μικρόν, τὸ δὲ κέντρον δριμύτατον. ἔχαιρεν οὖν τῇ παρρησίᾳ τοῦΔιογένους, ὥσπερ οἱ ἱππικοί, ὅταν ἵππον θυμοειδῆ λάβωσιν, ἄλλως δὲ ἀνδρεῖον καὶ φιλόπονον, οὐδὲν ἧττον ἀποδέχονται τὸ χαλεπὸν τοῦ ἵππου· τοὺς δὲ νωθροὺς καὶ βραδεῖς μισοῦσι καὶ ἀποδοκιμάζουσιν.
4
ἐνίοτε μὲν οὖν ἐπέτεινεν αὐτόν, ἐνίοτε δὲ ἐπειρᾶτο ἀνιέναι, ὥσπερ οἱ χορδοστρόφοι τὰ νεῦρα τείνουσι, προσέχοντες μὴ ῥαγῇ.ἐπεὶ δὲ ἀπέθανεν ὁ Ἀντισθένης καὶ τῶν ἄλλων οὐδένα ἡγεῖτο συνουσίας ἄξιον, μετέβη εἰς Κόρινθον, κἀκεῖ διῆγεν οὔτε οἰκίαν μισθωσάμενος οὔτε παρὰ ξένῳ τινὶ καταγόμενος, ἀλλʼ ἐν τῷ Κρανείῳ θυραυλῶν.
5
ἑώρα γὰρ ὅτι πλεῖστοι ἄνθρωποι ἐκεῖ συνίασιδιὰ τοὺς λιμένας καὶ τὰς ἑταίρας, καὶ ὅτι ἡ πόλις ὥσπερ ἐν τριόδῳ τῆς Ἑλλάδος ἔκειτο. δεῖν οὖν τὸν φρόνιμον ἄνδρα, ὥσπερ τὸν ἀγαθὸν ἰατρόν, ὅπου πλεῖστοι κάμνουσιν, ἐκεῖσε ἰέναι βοηθήσοντα, οὕτως ὅπου πλεῖστοί εἰσιν ἄφρονες, ἐκεῖ μάλιστα ἐπιδημεῖν, ἐξελέγχοντα καὶ κολάζοντα τὴν ἄνοιαν αὐτῶν.