60
ἐγὼ δὲ βαδίζω μὲν ὅποι βούλομαι, φησί, νύκτωρ, βαδίζω δὲ μεθʼ ἡμέραν μόνος, θαρρῶ δέ, εἰ δέοι, καὶ διὰ στρατοπέδου πορευόμενος ἄνευ κηρυκείου καὶ διὰ λῃστῶν· οὐδεὶς γὰρ ἐμοὶ πολέμιος οὐδὲ ἐχθρός ἐστι βαδίζοντι. ἂν δὲ ἅπας μὲν ἐκλίπῃ ὁ χρυσός, ἅπας δὲ ὁ ἄργυρος, ἅπας δὲ ὁ χαλκός, οὐκ ἂν ἐγὼ βλαβείην οὐδὲ μικρόν.
61
ἐὰν δὲ ἅπασαι μὲν αἱ οἰκίαι πέσωσιν ὑπὸ σεισμοῦ, καθάπερ ἐν Σπάρτῃ ποτέ, καὶ πάντα διαφθαρῇ τὰ πρόβατα, ὡς μηδένα ἐσθῆτος εὐπορῆσαι, μὴ μόνον δὲ τὴν Ἀττικήν, ἀλλὰ καὶ Βοιωτίαν καὶ Πελοπόννησον καὶ Θετταλίαν ἀπορία καταλάβῃ, ὥσπερ ἤδη πρότερόν φασιν, οὐδὲν ἐγὼ χεῖρον οὐδὲ ἀπορώτερον βιώσομαι.
62
παρὰ πόσον μὲν γὰρ ἔσομαι γυμνότερος τοῦ νῦν, πόσῳ δὲ ἀοικότερος; ἱκανὰ δέ μοι τροφὴν παρασχεῖν καὶ μῆλα καὶ κέγχροι καὶ κριθαὶ καὶ ὄροβοι καὶ τὰ εὐτελέστατα τῶν ὀσπρίων καὶ φηγὸς ὑπὸ τῇ τέφρᾳ καὶ ὁ τῆς κρανείας καρπός, ᾗ φησιν Ὅμηρος εὐωχεῖν τοὺς τοῦ Ὀδυσσέως ἑταίρους τὴν Κίρκην, ὑφʼ ὧν ἀντέχει τρεφόμενα καὶ τὰ μέγιστα θηρία.
(7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ.
1
Διογένης ὁ Σινωπεὺς ἐκπεσὼν ἐκ τῆς πατρίδος, οὐδενὸς διαφέρων τῶν πάνυ φαύλων Ἀθήναζε ἀφίκετο, καὶ καταλαμβάνει συχνοὺς ἔτι τῶν Σωκράτους ἑταίρων· καὶ γὰρ Πλάτωνα καὶ Ἀρίστιππον καὶ Αἰσχίνην καὶ Ἀντισθένην καὶ τὸν Μεγαρέα Εὐκλείδην· Ξενοφῶν δὲ ἔφευγε διὰ τὴν μετὰ Κύρου στρατείαν. τῶν μὲν οὖν ἄλλων ταχὺ κατεφρόνησεν, Ἀντισθένει δὲ ἐχρῆτο, οὐκ αὐτὸν οὕτως ἐπαινῶν ὡς τοὺς λόγους οὓς ἔλεγεν, ἡγούμενος μόνους εἶναι ἀληθεῖς καὶ μάλιστα δυναμένους ἄνθρωπον ὠφελῆσαι.