56
ὅσοι μὲν οὖν μιᾶς γεγόνασι τύραννοι πόλεως ἢ χώρας ὀλίγης, τούτοις μὲν οὐκ ἀδύνατον ἀποδράντας ἐκ τῆς ἀρχῆς ἀλλαχόσε ποι καταφυγόντας ζῆν· καίτοι οὐδεὶς ἄνδρα ἀγαπᾷ τύραννον,ἀλλὰ μισοῦσί τε καὶ ὑποπτεύουσι καὶ ῥᾳδίως ἐκδιδόασι τοῖς ἠδικημένοις· ὅσοι δὲ πολλῶν πόλεων ἄρχουσι καὶ ἐθνῶν καὶ ἀπείρου γῆς, ὥσπερ ὁ τῶν Περσῶν βασιλεύς, τούτοις δὲ οὐδʼ ἄν ποτε παραστῇ συνεῖναι τῶν κακῶν κἂν θεῶν τις ἀφέλῃ τὴν ἄγνοιαν αὐτῶν, οὐ δυνατὸν ἐκφυγεῖν.
57
δοκεῖ δὲ οὐδέποτε ἂν ἀσφαλῶς ζῆν,οὐδʼ εἰ χαλκοῦς ἢ σιδηροῦς γένοιτο, ἀλλὰ καὶ οὕτως ἂν κατακοπεὶς ἢ καταχωνευθεὶς ἀπολέσθαι. ἐὰν μὲν οὖν τις αὐτῷ διαλέγηται θαρρῶν, ὁ δὲ ὀργίζεται καὶ δέδοικε τὴν παρρησίαν· ἐὰν δὲ θεραπεύων καὶ ὑποκατακλινόμενος, ὑποπτεύει τὴν θεραπείαν.
58
καὶ ὑπὸ μὲν τῶν ἐλευθερίως προσερχομένων οἴεται ὑβρίζεσθαι, ὑπὸδὲ τῶν ταπεινοτέρων ἐξαπατᾶσθαι. καὶ λοιδορούμενος μὲν πολλαπλασίως ἀνιᾶται ἢ ἄλλος, ὅτι δὴ τύραννος ὢν ἀκούει κακῶς· ἐπαινούμενος δὲ οὐχ ἥδεται· οὐ γὰρ φρονοῦντας οὕτως οἴεται λέγειν.
59
τοῦ δὲ καλλίστου καὶ λυσιτελεστάτου κτήματος ἁπάντων ἐστὶν ἀπορώτατος· εὐνοίας γὰρ καὶ φιλίας ἐλπίσαι δὲ οὐδὲν δύναται παρʼ οὐδενός, ἀλλὰ πρότερον τοὺς ἀγρίους λέοντας οἱ τρέφοντες ἀγαπήσουσιν ἢ τοὺς τυράννους οἱ θεραπεύοντες καὶ προσιόντες.