43
τοῦτο δὴ τὸ χαλεπὸν ἀεὶ πάρεστι τοῖς μονάρχοις, ὁμοίως μὲν ἡμέρας, ὁμοίως δὲ νυκτός. καὶ τοῖς μὲν καταδικασθεῖσιν ἡμέρα ῥητὴ πρόκειται, ἐν ᾗ δεῖ ἀποθνήσκειν, τοῖς δὲ καὶ τοῦτο ἄδηλον, εἴτε μετʼ ὀλίγον εἴτε ἤδη, καὶ οὐδεὶς καιρός, οὐδὲ ὁ βραχύτατος, ἀπήλλακται τούτου τοῦ δέους, ἀλλὰ καὶ ἐσθίοντα ἀνάγκη δεδιέναι καὶ θύοντα τοῖς θεοῖς καὶ συμπίνειν τούτῳ τῷ φόβῳ καὶ συγκαθεύδειν.
44
εἰ δέ ποτε ἐπέλθοι παίζειν τοῖς τοιούτοις,καὶ πρὸς ἀφροδισίοις οὗτος γιγνόμενος, ἐὰν καὶ πάνυ τύχῃ ἐρῶν, μέμνηται τοῦ θανάτου, ὡς τυχὸν ὑπʼ αὐτῶν τῶν ἐρωμένων μένων ἀπολούμενος, ὥστε μοι δοκεῖ τότε μόνον χαίρειν,
45
ἐπειδὰν πληγῇ, ἀνὴρ τύραννος, ὡς τοῦ μεγίστου κακοῦ ἀπηλλαγμένος. τὸ δὲ πάντων ἀτοπώτατον, οἱ μὲν γὰρ ἄλλοι ἴσασιν ἐν ταῖς ἀνιάτοισγιγνόμενοι συμφοραῖς, ὥστε οὐ πολὺν χρόνον κακοπαθοῦσιν, οἷς ἂν μὴ ἀδύνατον ᾖ τὸ ἀποθνήσκειν· οἱ δὲ τύραννοι τὰ μέγιστα κακὰ ἔχοντες ἐν τοῖς μεγίστοις νομίζουσιν ἀγαθοῖς εἶναι, οἶμαι τῇ δόξῃ τῶν ἄλλων ἀνθρώπων ἐξηπατημένοι τῶν ἀπείρων τοῦ πράγματος. καὶ ταύτην ὁ θεὸς αὐτοῖς τὴν ἄγνοιαν συνέζευξεν, ἵναπαραμένωσι κολαζόμενοι.
46
δοκεῖ δὲ τοῖς μὲν εὖ πράττουσι τῶν ἀνθρώπων ὁ μὲν βίος ἀμείνων, ὁ δὲ θάνατος διὰ τοῦτο λυπηρότερος·
47
οἱ δὲ αὖ κακῶς ζῶντες τὸν βίον δοκοῦσι δυσχερέστερον φέρειν, τὸν δὲ θάνατον ἥδιον προσδέχεσθαι. τοῖς δέ γε τυράννοις ἀμφότερα ταῦτα χαλεπώτερα ἢ τοῖς ἄλλοις· ζῶσι μὲν γὰρ πολὺἀηδέστερον τῶν πάνυ ἐπιθυμούντων τεθνάναι, τὸν δὲ θάνατον οὕτω δεδοίκασιν ὡς ἥδιστα διάγοντες ἐν τῷ βίῳ.