15
τοὺς δὲ πόδας οὐδέποτε ἔσκεπεν· οὐ γὰρ ἔφη τρυφερωτέρους εἷναι τῶν ὀφθαλμῶν καὶ τοῦ προσώπου. ταῦτα γάρ, ἀσθενέστατα πεφυκότα, μάλιστα ἀνέχεσθαι τὸ ψῦχος διὰ τὸ γυμνοῦσθαι ἀεί· μὴ γὰρ εἶναι τοῖς ἀνθρώποις δυνατὸνκαταδησαμένους τὰ ὄμματα βαδίζειν, ὥσπερ τοὺς πόδας. ἔφη δὲ τοὺς πλουσίους ὁμοίους εἶναι τοῖς νεογνοῖς βρέφεσι· δεῖσθαι γὰρ ἀεί ποτε σπαργάνων.
16
ὑπὲρ οὗ δὲ πλεῖστα μὲν πράγματα ἔχουσιν ἄνθρωποι, πλεῖστα δὲ χρήματα ἀναλίσκουσι, πολλαὶ δὲ ἀνάστατοι πόλεις διὰ ταῦτα γεγόνασι, πολλὰ δὲ ἔθνη τούτων ἕνεκεν οἰκτρῶς ἀπόλωλεν, ἁπάντων ἐκείνῳ χρημάτων ἀπονώτατον ἦν καὶ ἀδαπανώτατον.
17
οὐ γὰρ ἔδει αὐτὸν οὐδαμόσε ἐλθεῖν ἀφροδισίων δισίων ἕνεκεν, ἀλλὰ παίζων ἔλεγεν ἁπανταχοῦ παρεῖναι αὐτῷ τὴν Ἀφροδίτην προῖκα· τοὺς δὲ ποιητὰς καταψεύδεσθαι τῆς θεοῦ διὰ τὴν αὑτῶν ἀκρασίαν, πολύχρυσον καλοῦντας. ἐπεὶ δὲ πολλοὶ τοῦτο ἠπίστουν, ἐν τῷ φανερῷ ἐχρῆτο καὶ πάντων ὁρώντων· καὶ ἔλεγεν ὡς εἴπερ οἱ ἄνθρωποι οὕτως εἶχον, οὐκ ἂν ἑάλω ποτὲ ἡ Τροία, οὐδʼ ἂν ὁ Πρίαμος ὁ Φρυγῶν βασιλεύς, ἀπὸ Διὸς γεγονώς, ἐπὶ τῷ βωμῷ τοῦ Διὸς ἐσφάγη.
18
τοὺς δὲ Ἀχαιοὺς οὕτως εἶναι ἄφρονας ὥστε καὶ τοὺς νεκροὺς νομίζειν προσδεῖσθαι γυναικῶν καὶ τὴν Πολυξένην σφάττειν ἐπὶ τῷ τάφῳ τοῦ Ἀχιλλέως. ἔφη δὲ τοὺς ἰχθύας σχεδόν τι φρονιμωτέρους φαίνεσθαι τῶν ἀνθρώπων· ὅταν γὰρ δέωνται τὸ σπέρμα ἀποβαλεῖν, ἰόντας ἔξω προσκνᾶσθαι πρὸς τὸ τραχύ.