11
ὅτι δὲ ἔξεστιν αὐτοῖς σκιᾷ μὲν ἀφθόνῳ χρῆσθαι τοῦ θέρους, πίνειν δὲ οἶνον ὁπόσον βούλονται, διὰ τοῦτο ἄπειροι μὲν ἡλίου διατελοῦσιν, ἄπειροι δὲ τοῦ διψῆν κατὰ φύσιν, οἰκότροφοι μὲν οὐχ ἧττον τῶν γυναικῶν, ἄπονοι δὲ καὶ ἀργοὶ τὰ σώματα, κραιπάλης δὲ καὶ λήθης τὰς ψυχὰς γέμοντες. ὅθεν δὴ καὶ ἐπιμηχανῶνται αὑτοῖς καὶ σιτία πονηρὰ καὶ βαλανεῖα τούτου χάριν, τῆς δʼ αὐτῆς ἡμέρας πολλάκις δέονται μὲν ἀνέμου, δέονται δὲ ἐσθῆτος,δέονται δὲ ὁμοῦ χιόνος καὶ πυρός, τὸ δὲ πάντων ἀτοπώτατον, ἐπιθυμοῦσι καὶ λιμοῦ καὶ δίψους.
12
ἀκόλαστοι δὲ ὄντες οὐχ ἥδονται ἀφροδισίοις διὰ τὸ μὴ περιμένειν ὀρέγεσθαι αὐτῶν· ὅθεν ζητοῦσιν ἀχαρίτους καὶ ἀτερπεῖς ἡδονάς. ὁ δὲ λιμῷ μὲν ἐχρῆτο καὶ δίψει πρὸ τῆς τροφῆς ἑκάστοτε, καὶ ἐνόμιζε τοῦτο ἱκανώτατον καὶ δριμύτατοντῶν ὄψων. τοιγαροῦν ἥδιον μὲν προσεφέρετο μᾶζαν ἢ οἱ ἄλλοι τὰ πολυτελέστατα τῶν σιτίων, ἥδιον δὲ ἔπινε τοῦ ῥέοντος ὕδατος ἢ οἱ ἄλλοι τὸν Θάσιον οἶνον.
13
κατεγέλα δὲ τῶν, ὁπότε διψῷεν, τὰς μὲν κρήνας παρερχομένων, ζητούντων δὲ πάντως ὁπόθεν ὠνήσονται Χῖον ἢ Λέσβιον, καὶ πολὺ ἔφασκεν ἀφρονεστέρουσεἶναι τῶν βοσκημάτων· ἐκεῖνα γὰρ οὐδέποτε διψῶντα κρήνην οὐδὲ ῥεῦμα καθαρὸν παρελθεῖν οὐδὲ πεινῶντα ἀπέχεσθαι τῶν ἁπαλωτάτων φύλλων καὶ πόας τῆς ἱκανῆς τρέφειν·
14
οἰκίας δὲ τὰς καλλίστας καὶ ὑγιεινοτάτας ἐν ἁπάσαις ταῖς πόλεσιν ἔχειν ἀναπεπταμένας τά τε ἱερὰ καὶ τὰ γυμνάσια. ἱμάτιον δὲ ἓν ἐξήρκει τοῦθέρους αὐτῷ καὶ τοῦ χειμῶνος· τοῦ γὰρ ἀέρος ἠνείχετο ῥᾳδίως, ἅτε δὴ συνήθης αὐτῷ γενόμενος.