136
καὶ μάλιστα τὸν θάνατον ἀεὶ πρὸ ὀφθαλμῶν δείκνυσιν, ὡς οὐδενὸς ἔτι τῶν ἡδέων δυνησομένῳ μετασχεῖν· ὁ δὲ φιλόδοξος ἀπάγει τε καὶ ἀφέλκει τῶν ἡδονῶν, τά τε ὀνείδη καὶ τὰς λοιδορίας ἐπανατεινόμενος.
137
οὐκ ἔχων οὖν ὃ ποιήσῃ καὶ ὅποι τράπηται καὶ καταδύσηται, ἀποδιδράσκει πολλάκις εἰς τὸ σκότος, καὶ πειρᾶται λανθάνων τῷ ἑτέρῳ χαρίζεσθαι καὶ ὑπηρετεῖν· ὁ δὲ ἀποκαλύπτει καὶ εἰς τὸ μέσον αὐτὸν ἕλκει.
138
οὕτω δὴ ψυχὴν διαφορουμένην τε καὶ διασπωμένην, ἀεί ποτε ἐν μάχῃ καὶ στάσει διηνεκεῖ πρὸς αὑτὴν οὖσαν, ἀνάγκη πρὸς πᾶσαν ἀφικνεῖσθαι δυστυχίαν. ὥσπερ γὰρ τὰ νοσήματα ἀλλήλοις ἐπιπλεκόμενα, τἀναντία δοκοῦντα πολλάκις, χαλεπὴν καὶ ἄπορον ποιεῖ τὴν ἴασιν, τὸν αὐτὸν οἶμαι τρόπον ἀνάγκη γίγνεσθαι καὶ τῶν τῆς ψυχῆς συμμιγνυμένων τε καὶ συμπλεκομένων εἰς τὸ αὐτὸ παθῶν.
139
ἀλλὰ δὴ μεταλαβόντες καθαράν τε καὶ κρείττω τῆς πρότερον ἁρμονίας τὸν ἀγαθὸν καὶ σώφρονα ὑμνῶμεν δαίμονα καὶ θεὸν, οἷς ποτε ἐκείνου τυχεῖν ἐπέκλωσαν ἀγαθαὶ Μοῖραι παιδείας ὑγιοῦς καὶ λόγου μεταλαβοῦσι καὶ δὴ πεπρωμένον αὐτοῖς ἐκ θεῶν ἐγένετο.
(5)ΛΙΒΥΚΟΣ ΜΥΘΟΣ.
1
Μῦθον Λιβυκὸν ἐκπονεῖν καὶ περὶ τὰ τοιαῦτα κατατρίβειν τὴν περὶ λόγους φιλοπονίαν οὐκ εὐτυχὲς μέν, οὐ γὰρ οὖν τῶν πρὸς ζῆλον τοῖς ἐπιεικεστάτοις ἀνθρώπων ἀπονευόντων, ἀλλʼ ὅμως οὐκ ἀφεκτέον ὀλιγωρίᾳ τῆς περὶ τὰ τοιαῦτα ἀδολεσχίας. τάχα γὰρ ἄν ποτε καὶ ἡμῖν χρείαν οὐ φαύλην παράσχοι ἑλκόμενά πῃ πρὸς τὸ δέον καὶ παραβαλλόμενα τοῖς οὖσι καὶ ἀληθέσιν.