44.4
διὰ τοῦτο τὰς μὲν ἄλλας ἕξεις καὶ εἰς οἰκέτας πίπτειν ἔφασκεν, δοῦλον δὲ μηδένα γίνεσθαι ῥήτορα· εὐθὺς γὰρ ἀναζεῖ τὸ ἀπαρρησίαστον καὶ οἷον ἔμφρουρον ὑπὸ συνηθείας ἀεὶ κεκονδυλισμένον·
44.5
ἥμισυ γάρ τ’ ἀρετῆς κατὰ τὸν Ὅμηρον ἀποαίνυται δούλιον ἦμαρ. ὥσπερ οὖν, εἴ γε φησὶ τοῦτο πιστὸν ἀκούω, τὰ γλωττόκομα, ἐν οἷς οἱ Πυγμαῖοι καλούμενοι δὲ νᾶνοι τρέφονται, οὐ μόνον κωλύει τῶν ἐγκεκλεισμένων τὰς αὐξήσεις, ἀλλὰ καὶ συναραιοῖ διὰ τὸν περικείμενον τοῖς σώμασι δεσμόν· οὕτως ἅπασαν δουλείαν, κἂν ᾖ δικαιοτάτη, ψυχῆς γλωττόκομον καὶ κοινὸν δή τις ἀπεφήνατο δεσμωτήριον.
44.6
ἐγὼ μέντοι γε ὑπολαμβάνων ῥᾴδιον, ἔφην, ὦ βέλτιστε, καὶ ἴδιον ἀνθρώπου τὸ καταμέμφεσθαι τὰ ἀεὶ παρόντα· ὅρα δέ, μή ποτε οὐχ ἡ τῆς οἰκουμένης εἰρήνη διαφθείρει τὰς μεγάλας φύσεις, πολὺ δὲ μᾶλλον ὁ κατέχων ἡμῶν τὰς ἐπιθυμίας ἀπεριόριστος οὑτοσὶ πόλεμος καὶ νὴ Δία πρὸς τούτῳ τὰ φρουροῦντα τὸν νῦν βίον καὶ κατ’ ἄκρας ἄγοντα καὶ φέροντα ταυτὶ πάθη. ἡ γὰρ φιλοχρηματία, πρὸς ἣν ἅπαντες ἀπλήστως ἤδη νοσοῦμεν, καὶ ἡ φιληδονία δουλαγωγοῦσι, μᾶλλον δέ, ὡς ἂν εἴποι τις, καταβυθίζουσιν αὐτάνδρους ἤδη τοὺς βίους, φιλαργυρία μὲν νόσημα μικροποιόν, φιληδονία δ’ ἀγεννέστατον.