Thesauros Literature rhetoric Περὶ ὕψους

Περὶ ὕψους

Περὶ ὕψους Longinus 1st cent
41.2 καὶ ἔτι τούτων τὸ χείριστον ὅτι, ὥσπερ τὰ ᾠδάρια τοὺς ἀκροατὰς ἀπὸ τοῦ πράγματος ἀφέλκει καὶ ἐφ’ αὑτὰ βιάζεται, οὕτως καὶ τὰ κατερρυθμισμένα τῶν λεγομένων οὐ τὸ τοῦ λόγου πάθος ἐνδίδωσι τοῖς ἀκούουσι, τὸ δὲ τοῦ ῥυθμοῦ, ὡς ἐνίοτε προειδότας τὰς ὀφειλομένας καταλήξεις αὐτοὺς ὑποκρούειν τοῖς λέγουσι καὶ φθάνοντας ὡς ἐν χορῷ τινι προαποδιδόναι τὴν βάσιν.
41.3 ὁμοίως δὲ ἀμεγέθη καὶ τὰ λίαν συγκείμενα καὶ εἰς μικρὰ καὶ βραχυσύλλαβα συγκεκομμένα καὶ ὡσανεὶ γόμφοις τισὶν ἐπαλλήλοις κατ’ ἐγκοπὰς καὶ σκληρότητας ἐπισυνδεδεμένα.
42.1 Ἔτι γε μὴν ὕψους μειωτικὸν καὶ ἡ ἄγαν τῆς φράσεως συγκοπή· πηροῖ γὰρ τὸ μέγεθος, ὅταν εἰς λίαν συνάγηται βραχύ· ἀκουέσθω δὲ νῦν μὴ τὰ δεόντως συνεστραμμένα, ἀλλ’ ὅσα ἄντικρυς μικρὰ καὶ κατακεκερματισμένα· συγκοπὴ μὲν γὰρ κολούει τὸν νοῦν, συντομία δ’ ἐπ’ εὐθύ, δῆλον δ’ ὡς ἔμπαλιν τὰ ἐκτάδην ἀπόψυχα· τὰ γὰρ ἄκαιρον μῆκος ἀνακαλούμενα.
43.1 Δεινὴ δ’ αἰσχῦναι τὰ μεγέθη καὶ ἡ μικρότης τῶν ὀνομάτων. παρὰ γοῦν τῷ Ἡροδότῳ κατὰ μὲν τὰ λήμματα δαιμονίως ὁ χειμὼν πέφρασται, τινὰ δὲ νὴ Δία περιέχει τῆς ὕλης ἀδοξότερα, καὶ τοῦτο μὲν ἴσως ζεσάσης δὲ τῆς θαλάσσης, ὡς τὸ ζεσάσης πολὺ τὸ ὕψος περισπᾷ διὰ τὸ κακόστομον· ἀλλ’ ὁ ἄνεμος φησὶν ἐκοπίασεν, καὶ τοὺς περὶ τὸ ναυάγιον δρασσομένους ἐξεδέχετο τέλος ἀχάριστον. ἄσεμνον γὰρ τὸ κοπιάσαι ἰδιωτικόν, τὸ δ᾽ ἀχάριστον τηλικούτου πάθους ἀνοίκειον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme