Thesauros Literature rhetoric Περὶ ὕψους

Περὶ ὕψους

Περὶ ὕψους Longinus 1st cent
38.1 στοι καὶ αἱ τοιαῦται· εἰ μὴ τὸν ἐγκέφαλον ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε. διόπερ εἰδέναι χρὴ τὸ μέχρι ποῦ παροριστέον ἕκαστον· τὸ γὰρ ἐνίοτε περαιτέρω προεκπίπτειν ἀναιρεῖ τὴν ὑπερβολὴν καὶ τὰ τοιαῦτα ὑπερτεινόμενα χαλᾶται, ἔσθ’ ὅτε δὲ καὶ εἰς ὑπεναντιώσεις ἀντιπεριΐσταται.
38.2 ὁ γοῦν Ἰσοκράτης οὐκ οἶδ’ ὅπως παιδὸς πρᾶγμα ἔπαθεν διὰ τὴν τοῦ πάντα αὐξητικῶς ἐθέλειν λέγειν φιλοτιμίαν. ἔστι μὲν γὰρ ὑπόθεσις αὐτῷ τοῦ Πανηγυρικοῦ λόγου, ὡς ἡ Ἀθηναίων πόλις ταῖς εἰς τοὺς Ἕλληνας εὐεργεσίαις ὑπερβάλλει τὴν Λακεδαιμονίων, ὁ δ’ εὐθὺς ἐν τῇ εἰσβολῇ ταῦτα τίθησιν· ἔπειθ’ οἱ λόγοι τοσαύτην ἔχουσι δύναμιν, ὥσθ’ οἷόν τ’ εἶναι καὶ τὰ μεγάλα ταπεινὰ ποιῆσαι καὶ τοῖς μικροῖς περιθεῖναι μέγεθος, καὶ τὰ παλαιὰ καινῶς εἰπεῖν καὶ περὶ τῶν νεωστὶ γεγενημένων ἀρχαίως διελθεῖν. οὐκοῦν, φησί τις, Ἰσόκρατες, οὕτως μέλλεις καὶ τὰ περὶ Λακεδαιμονίων καὶ Ἀθηναίων ἐναλλάττειν; σχεδὸν γὰρ τὸ τῶν λόγων ἐγκώμιον ἀπιστίας τῆς καθ’ αὑτοῦ τοῖς ἀκούουσι παράγγελμα καὶ προοίμιον ἐξέθηκε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme