Thesauros Literature rhetoric Περὶ ὕψους

Περὶ ὕψους

Περὶ ὕψους Longinus 1st cent
9.6 ὑπερφυᾶ καὶ τὰ ἐπὶ τῆς θεομαχίας φαντάσματα· ἀμφὶ δ’ ἐσάλπιγξεν μέγας οὐρανὸς Οὔλυμπός τε. ἔδδεισεν δ’ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς, δείσας δ’ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ἔπειτα γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων, οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη, σμερδαλέ᾽, εὐρώεντα, τά τε στυγέουσι θεοί περ. ἐπιβλέπεις, ἑταῖρε, ὡς ἀναρρηγνυμένης μὲν ἐκ βάθρων γῆς, αὐτοῦ δὲ γυμνουμένου ταρτάρου, ἀνατροπὴν δὲ ὅλου καὶ διάστασιν τοῦ κόσμου λαμβάνοντος, πάνθ’ ἅμα, οὐρανὸς ᾅδης, τὰ θνητὰ τὰ ἀθάνατα, ἅμα τῇ τότε συμπολεμεῖ καὶ συγκινδυνεύει μάχῃ;
9.7 ἀλλὰ ταῦτα φοβερὰ μέν, πλὴν ἄλλως, εἰ μὴ κατ’ ἀλληγορίαν λαμβάνοιτο, παντάπασιν ἄθεα καὶ οὐ σῴζοντα τὸ πρέπον. Ὅμηρος γάρ μοι δοκεῖ παραδιδοὺς τραύματα θεῶν στάσεις τιμωρίας δάκρυα δεσμὰ πάθη πάμφυρτα τοὺς μὲν ἐπὶ τῶν Ἰλιακῶν ἀνθρώπους, ὅσον ἐπὶ τῇ δυνάμει, θεοὺς πεποιηκέναι, τοὺς θεοὺς δὲ ἀνθρώπους. ἀλλ’ ἡμῖν μὲν δυσδαιμονοῦσιν ἀπόκειται λιμὴν κακῶν ὁ θάνατος, τῶν θεῶν δ’ οὐ τὴν φύσιν ἀλλὰ τὴν ἀτυχίαν ἐποίησεν αἰώνιον.
9.8 πολὺ δὲ τῶν περὶ τὴν θεομαχίαν ἀμείνω τὰ ὅσα ἄχραντόν τι καὶ μέγα τὸ δαιμόνιον ὡς ἀληθῶς καὶ ἄκρατον παρίστησιν, οἷα (πολλοῖς δὲ πρὸ ἡμῶν ὁ τόπος ἐξείργασται) τὰ ἐπὶ τοῦ Ποσειδῶνος, τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕλη καὶ κορυφαὶ Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν ποσσὶν ὑπ’ ἀθανάτοισι Ποσειδάωνος ἰόντος. βῆ δ’ ἐλάαν ἐπὶ κύματ᾽, ἄταλλε δὲ κήτε᾽ ὑπ’ αὐτοῦ πάντοθεν ἐκ κευθμῶν, οὐδ’ ἠγνοίησεν ἄνακτα. γηθοσύνῃ δὲ θάλασσα διΐστατο, τοὶ δὲ πέτοντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme