Thesauros Literature Philosophy Chrestomathy

Chrestomathy

Chrestomathy Proclus ca. 410-485
1 καὶ τὸ δεύτερον ἠθροισμένου τοῦ στόλου ἐν Αὐλίδι· Ἀγαμέμνων ἐπὶ θήρας βαλὼν ἔλαφον, ὑπερβάλλειν ἔφησε καὶ τὴν Ἄρτεμιν. μῃνίσασα δὲ ἡ θεὸς, ἐπέσχεν αὐτοὺς τοῦ πλοῦ, χειμῶνας ἐπιπέμπουσα· Κάλχαντος δὲ εἰπόντος τὴν τῆς θεοῦ μῆνιν καὶ Ἰφιγένειαν κελεύσαντος θύειν τῇ Ἀρτέμιδι, ὡς ἐπὶ γάμον αὐτὴ Ἀχϊλλεῖ μεταπεμψάμενοι, θύειν ἐπιχειροῦσιν· Ἄρτεμις δὲ αὐτὴν ἐξαρπάσασα, εἰς Ταύρους μετακομίζει· καὶ ἀθάνατον ποιεῖ· ἔλαφον δὲ ἀντὶ τῆς κόρης παρίστησι τῷ βωμῷ·
1 ἔπειτα, κταπλέουσιν καταπλέουσιν εἰς Τένεδον· καὶ εὐωχουμένων αὐτῶν Φιλοκτήτης ὑ̈φ' ὕδρου πληγεὶς διὰ τὴν δυσοσμίαν ἐν Λήμνῳ κτελείφθη κατελείφθη · καὶ Ἀχϊλλεὺς ὕ̈στερος κληθεὶς διαφέρεται πρὸς Ἀγαμέμνονα·
1 ἔπειτα ἀποβαίνοντας αὐτοὺς εἰς Ἴ̈λιον, εἴργουσιν οἱ Τρῶες· καὶ θνῄσκει Πρωτεσίλαος ὑφ' Ἕκτορος· ἔπειτα Ἀχϊλλεὺς αὐτοὺς τρέπεται· ἀνελῶν Κύκνον τὸν Ποσειδῶνος· καὶ τοὺς νεκροὺς ἀναιροῦνται
1 καὶ διαπρεσβεύονται πρὸς τοὺς Τρῶας· τὴν Ἑλένην καὶ τὰ κτήματα ἀπαιτοῦντες· ὡς δὲ οὐχ’ ὑπήκουσαν ἐκεῖνοι, ἐνταῦθα δὴ τειχομαχοῦσιν·
1 ἔπειτα τὴν χώραν ἐσπεξελθόντες, πορθοῦσι καὶ τὰς περιοίκους πόλεις·
1 καὶ μετα ταῦτα Ἀχϊλλεὺς Ἑλένην ἐπιθυμεῖ θεάσασθαι· καὶ συνήγαγεν αὐτοὺς εἰς τό τὸ αὐτὸ Ἀφροδίτη καὶ Θέτις·
1 εἶτα ἀπονοστεῖν ὡρμημένους τοὺς Ἀχαιοὺς Ἀχϊλλεὺς κτέχει κατέχει · κἄπειτα ἀπελαύνει τὰς Αἰνείου βόας· καὶ Λυρνησσὸν καὶ Πήδασον ποθεῖ· καὶ συχνὰς τῶν περιοικίδων πόλεων· καὶ Τρωΐλον φονεύει·
1 Λυκάονά τε Πάτροκλος εἰς Λῆμνον ἀγαγὼν, ἀπεμπολᾷ·
1 καὶ ἐκ τῶν λαφύρων Ἀχϊλλεὺς μὲν Βρισηΐδα γέρας λαμβάνει· Χρϋσηΐδα δὲ Ἀγαμέμνων·
1 ἔπειτά ἐστὶ Παλαμήδους θάνατος,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme