Thesauros Literature Philosophy Ad Se Ipsum

Ad Se Ipsum

Ad Se Ipsum Marcus Aurelius Emperor of Rome 121-180

Book 12

25.1 Βάλε ἔξω τὴν ὑπόληψιν· σέσωσαι. τίς οὖν ὁ κωλύων ἐκβάλλειν;
26.1 Ὅταν δυσφορῇς ἐπί τινι, ἐπελάθου τοῦ, ὅτι πάντα κατὰ τὴν τῶν ὅλων φύσιν γίνεται, καὶ τοῦ, ὅτι τὸ ἁμαρτανόμενον ἀλλότριον, καὶ ἐπὶ τούτοις τοῦ, ὅτι πᾶν τὸ γινόμενον οὕτως ἀεὶ ἐγίνετο καὶ γενήσεται καὶ νῦν πανταχοῦ γίνεται· τοῦ, ὅση ἡ συγγένεια ἀνθρώπου πρὸς πᾶν τὸ ἀνθρώπειον γένος· οὐ γὰρ αἱματίου ἢ σπερματίου, ἀλλὰ νοῦ κοινωνία. ἐπελάθου δὲ καὶ τοῦ, ὅτι ὁ ἑκάστου νοῦς θεὸς καὶ ἐκεῖθεν ἐρρύηκεν· τοῦ, ὅτι οὐδὲν ἴδιον οὐδενός, ἀλλὰ καὶ τὸ τεκνίον καὶ τὸ σωμάτιον καὶ αὐτὸ τὸ ψυχάριον ἐκεῖθεν ἐλήλυθεν· τοῦ, ὅτι πάνθ’ ὑπόληψις· τοῦ, ὅτι τὸ παρὸν μόνον ἕκαστος ζῇ καὶ τοῦτο ἀποβάλλει.
27.1 Συνεχῶς ἀναπολεῖν τοὺς ἐπί τινι λίαν ἀγανακτήσαντας, τοὺς ἐν μεγίσταις δόξαις ἢ συμφοραῖς ἢ ἔχθραις ἢ ὁποιαισοῦν τύχαις ἀκμάσαντας· εἶτα ἐφιστάνειν· ποῦ νῦν πάντα ἐκεῖνα; καπνὸς καὶ σποδὸς καὶ μῦθος ἢ οὐδὲ μῦθος. συμπροσπιπτέτω δὲ καὶ τὸ τοιοῦτο πᾶν, οἷον· Φάβιος Κατουλλῖνος ἐπ’ ἀγροῦ καὶ Λούσιος Δοῦπος ἐν τοῖς κήποις καὶ Στερτίνιος ἐν Βαίαις καὶ Τιβέριος ἐν Καπρίαις καὶ Οὐήλιος Ῥοῦφος καὶ ὅλως ἡ πρὸς ὁτιοῦν μετ’ οἰήσεως διαφορά· καὶ ὡς εὐτελὲς πᾶν τὸ κατεντεινόμενον καὶ ὅσῳ φιλοσοφώτερον τὸ ἐπὶ τῆς δοθείσης ὕλης ἑαυτὸν δίκαιον, σώφρονα, θεοῖς ἑπόμενον ἀφελῶς παρέχειν· ὁ γὰρ ὑπὸ ἀτυφίᾳ τῦφος τυφόμενος πάντων χαλεπώτατος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme