Book 11
18.4
Ἔνατον, ὅτι τὸ εὐμενὲς ἀνίκητον, ἐὰν γνήσιον ᾖ καὶ μὴ σεσηρὸς μηδὲ ὑπόκρισις. τί γάρ σοι ποιήσει ὁ ὑβριστικώτατος, ἐὰν διατελῇς εὐμενὴς αὐτῷ καί, εἰ οὕτως ἔτυχε, πρᾴως παραινῇς καὶ μεταδιδάσκῃς εὐσχολῶν παρ’ αὐτὸν ἐκεῖνον τὸν καιρὸν ὅτε κακοποιεῖν σε ἐπιχειρεῖ· ʽμή, τέκνον· πρὸς ἄλλο πεφύκαμεν. ἐγὼ μὲν οὐ μὴ βλαβῶ, σὺ δὲ βλάπτῃ, τέκνον.ʼ καὶ δεικνύναι εὐαφῶς καὶ ὁλικῶς ὅτι τοῦτο οὕτως ἔχει, ὅτι οὐδὲ μέλισσαι αὐτὸ ποιοῦσιν οὐδ’ ὅσα συναγελαστικὰ πέφυκε. δεῖ δὲ μήτε εἰρωνικῶς αὐτὸ ποιεῖν μήτε ὀνειδιστικῶς, ἀλλὰ φιλοστόργως καὶ ἀδήκτως τῇ ψυχῇ καὶ μὴ ὡς ἐν σχολῇ μηδὲ ἵνα ἄλλος παραστὰς θαυμάσῃ, ἀλλ’ ἤτοι πρὸς μόνον καὶ ἐὰν ἄλλοι τινὲς περιεστήκωσι.
18.5
Τούτων τῶν ἐννέα κεφαλαίων μέμνησο ὡς παρὰ τῶν Μουσῶν δῶρα εἰληφὼς καὶ ἄρξαι ποτὲ ἄνθρωπος εἶναι, ἕως ζῇς. φυλακτέον δὲ ἐπίσης τῷ ὀργίζεσθαι αὐτοῖς τὸ κολακεύειν αὐτούς· ἀμφότερα γὰρ ἀκοινώνητα καὶ πρὸς βλάβην φέρει. πρόχειρον δὲ ἐν ταῖς ὀργαῖς ὅτι οὐχὶ τὸ θυμοῦσθαι ἀνδρικόν, ἀλλὰ τὸ πρᾷον καὶ ἥμερον ὥσπερ ἀνθρωπικώτερον, οὕτως καὶ ἀρρενικώτερον καὶ ἰσχύος καὶ νεύρων καὶ ἀνδρείας τούτῳ μέτεστιν, οὐχὶ τῷ ἀγανακτοῦντι καὶ δυσαρεστοῦντι· ὅσῳ γὰρ ἀπαθείᾳ τοῦτο οἰκειότερον, τοσούτῳ καὶ δυνάμει. ὥσπερ τε ἡ λύπη ἀσθενοῦς, οὕτως καὶ ἡ ὀργή· ἀμφότεροι γὰρ τέτρωνται καὶ ἐνδεδώκασιν.
18.6
Εἰ δὲ βούλει, καὶ δέκατον παρὰ τοῦ Μουσηγέτου δῶρον λάβε, ὅτι τὸ μὴ ἀξιοῦν ἁμαρτάνειν τοὺς φαύλους μανικόν· ἀδυνάτου γὰρ ἐφίεται. τὸ δὲ συγχωρεῖν ἄλλοις μὲν εἶναι τοιούτους, ἀξιοῦν δὲ μὴ εἰς σὲ ἁμαρτάνειν, ἄγνωμον καὶ τυραννικόν.