Thesauros Literature Philosophy Gnomologium Epicteteum (e Stobaei libris 3-4)

Gnomologium Epicteteum (e Stobaei libris 3-4)

Gnomologium Epicteteum (e Stobaei libris 3-4) Epictetus
16 τὸ καλῶς ζῆν τοῦ πολυτελῶς διαφέρει· τὸ μὲν γὰρ ἐκ σωφροσύνης καὶ αὐταρκείας καὶ εὐταξίας καὶ κοσμιότητος καὶ εὐτελείας παραγίνεται, τὸ δὲ ἐξ ἀκολασίας καὶ τρυφῆς καὶ ἀταξίας καὶ ἀκοσμίας· τέλος δὲ τοῦ μὲν ἔπαινος ἀληθής, τοῦ δὲ ψόγος. εἰ τοίνυν βούλει καλῶς ζῆν, μὴ ζήτει μετὰ πολυτελείας ἐπαινεῖσθαι.
17 μέτρον ἔστω σοι παντὸς σίτου καὶ ποτοῦ ἡ πρώτη τῆς ὀρέξεως ἔμπλησις, ὄψον δὲ καὶ ἡδονὴ αὐτὴ ἡ ὄρεξις· καὶ οὔτε πλείονα τῶν δεόντων προσοίσῃ οὔτε ὀψοποιῶν δεηθήσῃ ποτῷ τε τῷ παραπεσόντι ἀρκεσθήσῃ.
18 τὰς σιτήσεις ποιοῦ μὴ πολυτελεῖς καὶ σκυθρωπάς, ἀλλὰ λαμπρὰς καὶ εὐτελεῖς, ἵνα μήτε διὰ τὰ σωματικὰ αἱ ψυχαὶ ταράττωνται μήτε φενακιζόμεναι πρὸς τῶν ἡδονῶν τῶν σωματικῶν ὀλιγωρῶσιν, ἔπειτα βλάπτωνται τρυφῶντα μὲν παραυτίκα, νοσοῦντα δὲ εἰσαῦθις τὰ σώματα.
19 φρόντιζε, ὅπως σε μὴ τὰ ἐν τῇ γαστρὶ σιτία ἐπαίρῃ, ἀλλʼ ἡ ἐν τῇ ψυχῇ εὐφρασία· ἐπεὶ τὰ μὲν ἀποσκυβαλίζεται καὶ συνεκρεῖ ὁ † ἔπαινος, ἡ δέ, κἂν ἡ ψυχὴ χωρισθῇ, διὰ παντὸς ἀκήρατος μένει.
20 ἐν ταῖς ἑστιάσεσι μέμνησο, ὅτι δύο ὑποδέχῃ, σῶμα καὶ ψυχήν, καὶ ὅ τι ἂν τῷ σώματι δῷς, τοῦτο εὐθὺς ἐξέχεας, ὅ τι δʼ ἂν τῇ ψυχῇ, διὰ παντὸς τηρεῖς.
21 μὴ συγκεράσας ἅμα ὀργὴν πολυτελείᾳ προσενέγκῃς. πολυτέλεια μὲν ἐμπηδήσασα τῷ σώματι μετʼ οὐ πολὺ οἴχεται, ἡ δὲ ὀργὴ ἐνδῦσα τῇ ψυχῇ ἐπὶ τὸ μήκιστον μένει. σκόπει τοιγαροῦν, ὅπως μὴ ὑπʼ ὀργῆς ἐξαχθεὶς τοὺς δαιτυμόνας πολυτελῶς ὑβρίσῃς, ἀλλὰ μᾶλλον μεθʼ ἡμερότητος εὐτελῶς εὐφράνῃς.
22 αἰσχρὸν τοῖς τῶν μελιττῶν δωρήμασι γλυκάζοντα τὴν κατάποσιν τὸ τῶν θεῶν δῶρον πικράζειν τὸν λόγον τῇ κακίᾳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme