Thesauros Literature Philosophy Dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum fragmenta

Dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum fragmenta

Dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum fragmenta Epictetus

Ἀρριανοῦ Ἐπικτητείου πρὸς τὸν περὶ οὐσίας

1 τί μοι μέλει, φησί, πότερον ἐξ ἀτόμων ἢ ἐξ ἀμερῶν ἢ ἐκ πυρὸς καὶ γῆς συνέστηκε τὰ ὄντα; οὐ γὰρ ἀρκεῖ μαθεῖν τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ κακοῦ καὶ τὰ μέτρα τῶν ὀρέξεων καὶ ἐκκλίσεων καὶ ἔτι ὁρμῶν καὶ ἀφορμῶν καὶ τούτοις ὥσπερ κανόσι χρώμενον διοικεῖν τὰ τοῦ βίου, τὰ δʼ ὑπὲρ ἡμᾶς ταῦτα χαίρειν ἐᾶν, ἃ τυχὸν μὲν ἀκατάληπτά ἐστι τῇ ἀνθρωπίνῃ γνώμῃ, εἰ δὲ καὶ τὰ μάλιστα θείη τις εἶναι καταληπτά, ἀλλʼ οὖν τί ὄφελος καταληφθέντων; οὐχὶ δὲ διακενῆς πράγματα ἔχειν φατέον τοὺς ταῦτα ὡς ἀναγκαῖα τῷ τοῦ φιλοσόφου λόγῳ προσνέμοντας; — μή τι οὖν καὶ τὸ ἐν Δελφοῖς παράγγελμα παρέλκον ἐστί, τὸ Γνῶθι σαυτόν; — τοῦτο δὲ μὲν οὔ, φησί. — τίς οὖν ἡ δύναμις αὐτοῦ; εἰ χορευτῇ τις παρήγγελλε τὸ γνῶναι ἑαυτόν, οὔκουν ἂν τῇ προστάξει προσεῖχε τῷ ἐπιστραφῆναι καὶ τῶν συγχορευτῶν καὶ τῆς πρὸς αὐτοὺς συμφωνίας; — φησίν. — εἰ δὲ ναύτῃ; εἰ δὲ στρατιώτῃ; πότερον οὖν ὁ ἄνθρωπος αὐτὸς ἐφʼ αὑτοῦ πεποιῆσθαί σοι δοκεῖ ζῷον ἢ πρὸς κοινωνίαν; — πρὸς κοινωνίαν. — ὑπὸ τίνος; — ὑπὸ τῆς φύσεως. — τίνος οὔσης καὶ πῶς διοικούσης τὰ ὅλα καὶ πότερον οὔσης ἢ μή, ταῦτα οὐκέτι ἀναγκαῖον πολυπραγμονεῖν;
2 Ἀρριανοῦ Ἐπικτητείου.
2 ὁ τοῖς παροῦσι καὶ δεδομένοις ὑπὸ τῆς τύχης δυσχεραίνων ἰδιώτης ἐν βίῳ, ὁ δὲ ταῦτα γενναίως φέρων καὶ εὐλογίστω † τὰ ἀπʼ αὐτῶν † ἀνὴρ ἀγαθὸς ἄξιος νομίζεσθαι.
3 τοῦ αὐτοῦ.
1 / 9 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme