Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 4

12.15 πρῶτον μὲν οὖν ταῦτα ἔχειν πρόχειρα καὶ μηδὲν δίχα τούτων ποιεῖν, ἀλλὰ τετάσθαι τὴν ψυχὴν ἐπὶ τοῦτον τὸν σκοπόν, μηδὲν τῶν ἔξω διώκειν, μηδὲν τῶν ἀλλοτρίων, ἀλλʼ ὡς διέταξεν ὁ δυνάμενος, τὰ προαιρετικὰ ἐξ ἅπαντος, τὰ δʼ ἄλλα ὡς ἂν διδῶται.
12.16 ἐπὶ τούτοις δὲ μεμνῆσθαι, τίνες ἐσμὲν καὶ τί ἡμῖν ὄνομα, καὶ πρὸς τὰς δυνάμεις τῶν σχέσεων πειρᾶσθαι τὰ καθήκοντα ἀπευθύνειν·
12.17 τίς καιρὸς ᾠδῆς, τίς καιρὸς παιδειᾶς, τίνων παρόντων· τί ἔσται ἀπὸ τοῦ πράγματος· μή τι καταφρονήσωσιν ἡμῶν οἱ συνόντες, μή τι ἡμεῖς αὐτῶν· πότε σκῶψαι καὶ τίνας ποτὲ καταγελάσαι καὶ ἐπὶ τίνι ποτὲ συμπεριενεχθῆναι καὶ τίνι, καὶ λοιπὸν ἐν τῇ συμπεριφορᾷ πῶς τηρῆσαι τὸ αὑτοῦ. ὅπου δʼ ἂν ἀπονεύσῃς ἀπό τινος τούτων, εὐθὺς ζημία,
12.18 οὐκ ἔξωθέν ποθεν, ἀλλʼ ἐξ αὐτῆς τῆς ἐνεργείας.
12.19 τί οὖν; δυνατὸν ἀναμάρτητον ἤδη εἶναι; ἀμήχανον, ἀλλʼ ἐκεῖνο δυνατὸν πρὸς τὸ μὴ ἁμαρτάνειν τετάσθαι διηνεκῶς. ἀγαπητὸν γάρ, εἰ μηδέποτʼ ἀνιέντες ταύτην τὴν προσοχὴν ὀλίγων γε ἁμαρτημάτων ἐκτὸς ἐσόμεθα. νῦν δʼ ὅταν εἴπῃς
12.20 ἀπαύριον προσέξω, ἴσθι ὅτι τοῦτο λέγεις σήμερον ἔσομαι ἀναίσχυντος, ἄκαιρος, ταπεινός· ἐπʼ ἄλλοις ἔσται τὸ λυπεῖν με· ὀργισθήσομαι σήμερον, φθονήσω.
12.21 βλέπε, ὅσα κακὰ σεαυτῷ ἐπιτρέπεις. ἀλλʼ εἴ σοι αὔριον καλῶς ἔχει, πόσῳ κρεῖττον σήμερον· εἰ αὔριον συμφέρει, πολὺ μᾶλλον σήμερον, ἵνα καὶ αὔριον δυνηθῇς καὶ μὴ πάλιν ἀναβάλῃ εἰς τρίτην.

πρὸς τοὺς εὐκόλως ἐκφέροντας τὰ αὑτῶν.

13.1 ὅταν τις ἡμῖν ἁπλῶς δόξῃ διειλέχθαι περὶ τῶν ἑαυτοῦ πραγμάτων, πώς ποτε ἐξαγόμεθα καὶ αὐτοὶ πρὸς τὸ ἐκφέρειν πρὸς αὐτὸν τὰ ἑαυτῶν ἀπόρρητα καὶ τοῦτο ἁπλοῦν οἰόμεθα εἶναι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme