Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 4

12.7 τίσιν οὖν δεῖ με προσέχειν;— πρῶτον μὲν ἐκείνοις τοῖς καθολικοῖς καὶ ἐκεῖνα πρόχειρα ἔχειν καὶ χωρὶς ἐκείνων μὴ καθεύδειν, μὴ ἀνίστασθαι, μὴ πίνειν, μὴ ἐσθίειν, μὴ συμβάλλειν ἀνθρώποις· ὅτι προαιρέσεως ἀλλοτρίας κύριος οὐδείς, ἐν ταύτῃ δὲ μόνῃ τἀγαθὸν καὶ κακόν.
12.8 οὐδεὶς οὖν κύριος οὔτʼ ἀγαθόν μοι περιποιῆσαι οὔτε κακῷ με περιβαλεῖν, ἀλλʼ ἐγὼ αὐτὸς ἐμαυτοῦ κατὰ ταῦτα ἐξουσίαν ἔχω μόνος.
12.9 ὅταν οὖν ταῦτα ἀσφαλῆ μοι ᾖ, τί ἔχω περὶ τὰ ἐκτὸς ταράσσεσθαι; ποῖος τύραννος φοβερός, ποία νόσος, ποία πενία, ποῖον πρόσκρουσμα;
12.10 — ἀλλʼ οὐκ ἤρεσα τῷ δεῖνι. — μὴ οὖν ἐκεῖνος ἐμόν ἐστιν ἔργον, μή τι ἐμὸν κρίμα; — οὔ. — τί οὖν ἔτι μοι μέλει; — ἀλλὰ δοκεῖ τις εἶναι. —
12.11 ὄψεται αὐτὸς καὶ οἷς δοκεῖ, ἐγὼ δʼ ἔχω, τίνι με δεῖ ἀρέσκειν, τίνι ὑποτετάχθαι, τίνι πείθεσθαι· τῷ θεῷ καὶ μετʼ ἐκεῖνον
12.12 ἐμὲ ἐκεῖνος συνέστησεν ἐμαυτῷ καὶ τὴν ἐμὴν προαίρεσιν ὑπέταξεν ἐμοὶ μόνῳ δοὺς κανόνας εἰς χρῆσιν αὐτῆς τὴν ὀρθήν, οἷς ὅταν κατακολουθήσω, ἐν συλλογισμοῖς οὐκ ἐπιστρέφομαι οὐδενὸς τῶν ἄλλο τι λεγόντων, ἐν μεταπίπτουσιν οὐ φροντίζω οὐδενός. διὰ τί οὖν ἐν τοῖς μείζοσιν ἀνιῶσί με οἱ ψέγοντες;
12.13 τί τὸ αἴτιον ταύτης τῆς ταραχῆς; οὐδὲν ἄλλο ἢ ὅτι ἐν τούτῳ τῷ τόπῳ ἀγύμναστός εἰμι.
12.14 ἐπεί τοι πᾶσα ἐπιστήμη καταφρονητική ἐστι τῆς ἀγνοίας καὶ τῶν ἀγνοούντων καὶ οὐ μόνον αἱ ἐπιστῆμαι, ἀλλὰ καὶ αἱ τέχναι. φέρε ὃν θέλεις σκυτέα καὶ τῶν πολλῶν καταγελᾷ περὶ τὸ αὑτοῦ ἔργον· φέρε ὃν θέλεις τέκτονα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme