Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 4

10.20 καὶ τί θαυμαστόν; ἂν ὑπατεῦσαι θέλῃς, ἀγρυπνῆσαί σε δεῖ, περιδραμεῖν, τὰς χεῖρας καταφιλῆσαι, πρὸς ταῖς ἀλλοτρίαις θύραις κατασαπῆναι, πολλὰ μὲν εἰπεῖν, πολλὰ δὲ πρᾶξαι ἀνελεύθερα, δῶρα πέμψαι πολλοῖς, ξένια καθʼ ἡμέραν ἐνίοις· καὶ τί τὸ γινόμενόν ἐστιν;
10.21 δώδεκα δεσμὰ ῥάβδων καὶ τρὶς ἢ τετράκις ἐπὶ βῆμα καθίσαι καὶ κιρκήσια δοῦναι καὶ σπυρίσιν δειπνίσαι. ἢ δειξάτω μοί τις, τί ἐστι παρὰ ταῦτα.
10.22 ὑπὲρ ἀπαθείας οὖν, ὑπὲρ ἀταραξίας, ὑπὲρ τοῦ καθεύδοντα καθεύδειν, ἐγρηγορότα ἐγρηγορέναι, μὴ φοβεῖσθαι μηδέν, μὴ ἀγωνιᾶν ὑπὲρ μηδενὸς οὐδὲν ἀναλῶσαι θέλεις, οὐδὲν πονῆσαι;
10.23 ἀλλʼ ἄν τι ἀπόληταί σου περὶ ταῦτα γινομένου ἢ ἀναλωθῇ κακῶς ἢ ἄλλος τύχῃ ὧν ἔδει σε τυχεῖν, εὐθὺς μὴ δηχθήσῃ ἐπὶ τῷ γενομένῳ;
10.24 οὐκ ἀντιθήσεις, τί ἀντὶ τίνος λαμβάνεις, πόσον ἀντὶ πόσου; ἀλλὰ προῖκα θέλεις τὰ τηλικαῦτα λαβεῖν; καὶ πῶς δύνασαι;
10.25 ἔργον ἔργῳ. οὐ δύνασαι καὶ τὰ ἐκτὸς ἔχειν ἐπιμελείας τετυχηκότα καὶ τὸ σαυτοῦ ἡγεμονικόν. εἰ δʼ ἐκεῖνα θέλεις, τοῦτο ἄφες· εἰ δὲ μή, οὔτε τοῦτο ἕξεις οὔτʼ ἐκεῖνα, περισπώμενος ἐπʼ ἀμφότερα. εἰ τοῦτο θέλεις, ἐκεῖνά σε ἀφεῖναι δεῖ.
10.26 ἐκχεθήσεται τὸ ἔλαιον, ἀπολεῖται τὰ σκευάρια, ἀλλʼ ἐγὼ ἀπαθὴς ἔσομαι. ἐμπρησμὸς ἔσται ἐμοῦ μὴ παρόντος καὶ ἀπολεῖται τὰ βιβλία, ἀλλʼ ἐγὼ χρήσομαι ταῖς φαντασίαις κατὰ φύσιν. ἀλλʼ οὐχ ἕξω φαγεῖν.
10.27 εἰ οὕτως τάλας εἰμί, λιμὴν τὸ ἀποθανεῖν. οὗτος δʼ ἐστὶν ὁ λιμὴν πάντων, ὁ θάνατος, αὕτη ἡ καταφυγή. διὰ τοῦτο οὐδὲν τῶν ἐν τῷ βίῳ χαλεπόν ἐστιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme