Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 4

8.33 καὶ οὐ μόνον ταῦτα, ἀλλʼ οὐδὲ ποθοῦντά τι ἢ ἐπιζητοῦντα, ἄνθρωπον ἢ τόπον ἢ διαγωγήν, ὡς τὰ παιδία τὸν τρυγητὸν ἢ τὰς ἀργίας, αἰδοῖ πανταχοῦ κεκοσμημένον, ὡς οἱ ἄλλοι τοίχοις καὶ θύραις καὶ θυρωροῖς.
8.34 νῦν δʼ αὐτὸ μόνον κινηθέντες πρὸς φιλοσοφίαν, ὡς οἱ κακοστόμαχοι πρός τι βρωμάτιον, ὃ μετὰ μικρὸν σικχαίνειν μέλλουσιν, εὐθὺς ἐπὶ τὸ σκῆπτρον, ἐπὶ τὴν βασιλείαν. καθεῖκε τὴν κόμην, ἀνείληφε τρίβωνα, γυμνὸν δεικνύει τὸν ὦμον, μάχεται τοῖς ἀπαντῶσιν κἂν ἐν φαινόλῃ τινὰ ἴδῃ, μάχεται αὐτῷ.
8.35 ἄνθρωπε, χειμάσκησον πρῶτον· ἰδοῦ σου τὴν ὁρμήν, μὴ κακοστομάχου ἢ κισσώσης γυναικός ἐστιν. ἀγνοεῖσθαι μελέτησον πρῶτον, τίς εἶ· σαυτῷ φιλοσόφησον ὀλίγον χρόνον.
8.36 οὕτως καρπὸς γίνεται· κατορυγῆναι δεῖ εἰς χρόνον τὸ σπέρμα, κρυφθῆναι, κατὰ μικρὸν αὐξηθῆναι, ἵνα τελεσφορήσῃ. ἂν δὲ πρὸ τοῦ γόνυ φῦσαι τὸν στάχυν ἐξενέγκῃ, ἀτελές ἐστιν, ἐκ κήπου Ἀδωνιακοῦ.
8.37 τοιοῦτον εἶ καὶ σὺ φυτάριον· θᾶττον τοῦ δέοντος ἤνθηκας, ἀποκαύσει σε ὁ χειμών.
8.38 ἰδοῦ, τί λέγουσιν οἱ γεωργοὶ περὶ τῶν σπερμάτων, ὅταν πρὸ ὥρας θερμασίαι γένωνται. ἀγωνιῶσιν, μὴ ἐξυβρίσῃ τὰ σπέρματα, εἶτα αὐτὰ πάγος εἷς λαβὼν ἐξελέγξῃ.
8.39 ὅρα καὶ σύ, ἄνθρωπε· ἐξύβρικας, ἐπιπεπήδηκας δοξαρίῳ πρὸ ὥρας· δοκεῖς τις εἶναι, μωρὸς παρὰ μωροῖς· ἀποπαγήσῃ, μᾶλλον δʼ ἀποπέπηγας ἤδη ἐν τῇ ῥίζῃ κάτω, τὰ δʼ ἄνω σου μικρὸν ἔτι ἀνθεῖ καὶ διὰ τοῦτο δοκεῖς ἔτι ζῆν καὶ θάλλειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme