Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 4

6.28 οὔ, ἀλλʼ ἐπειδὴ φροντίζω ἐγὼ δογμάτων ὀρθῶν, εὐλογώτερόν μέ ἐστιν ἄρχειν. — ἐν ᾧ φροντίζεις, ἐν δόγμασιν· ἐν ᾧ δʼ ἄλλοι μᾶλλόν σου πεφροντίκασιν, ἐκείνοις παραχώρει. οἷον εἰ διὰ τὸ δόγματα ἔχειν ὀρθὰ ἠξίους τοξεύων μᾶλλον ἐπιτυγχάνειν τῶν τοξοτῶν ἢ χαλκεύων μᾶλλον τῶν χαλκέων.
6.29 ἄφες οὖν τὴν περὶ τὰ δόγματα σπουδὴν καὶ περὶ ἐκεῖνα ἀναστρέφου, ἃ κτήσασθαι θέλεις, καὶ τότε κλαῖε, ἐάν σοι μὴ προχωρῇ· κλαίειν γὰρ ἄξιος εἶ.
6.30 νῦν δὲ πρὸς ἄλλοις γίνεσθαι λέγεις, ἄλλων ἐπιμελεῖσθαι, οἱ πολλοὶ δὲ τοῦτο καλῶς λέγουσιν, ὅτι ἔργον ἔργῳ οὐ κοινωνεῖ.
6.31 ὁ μὲν ἐξ ὄρθρου ἀναστὰς ζητεῖ, τίνα ἐξ οἴκου ἀσπάσηται, τίνι κεχαρισμένον λόγον εἴπῃ, τίνι δῶρον πέμψῃ, πῶς τῷ ὀρχηστῇ ἀρέσῃ, πῶς κακοηθισάμενος ἄλλον ἄλλῳ χαρίσηται.
6.32 ὅταν εὔχηται, περὶ τούτων εὔχεται· ὅταν θύῃ, ἐπὶ τούτοις θύει· τὸ τοῦ Πυθαγόρου μὴ δʼ ὕπνον μαλακοῖσιν ἐπʼ ὄμμασι προσδέξασθαι ἐνταῦθα παρατέθεικεν.
6.33 πῇ παρέβην; τῶν πρὸς κολακείαν. τί ἔρεξα; μή τι ὡς ἐλεύθερος, μή τι ὡς γενναῖος; κἂν εὕρῃ τι τοιοῦτον, ἐπιτιμᾷ ἑαυτῷ καὶ ἐγκαλεῖ τί γάρ σοι καὶ τοῦτο εἰπεῖν; οὐ γὰρ ἐνῆν ψεύσασθαι; λέγουσιν καὶ οἱ φιλόσοφοι, ὅτι οὐδὲν κωλύει ψεῦδος εἰπεῖν.
6.34 σὺ δʼ εἴπερ ταῖς ἀληθείαις οὐδενὸς ἄλλου πεφρόντικας ἢ χρήσεως οἵας δεῖ φαντασιῶν, εὐθὺς ἀναστὰς ἕωθεν ἐνθυμοῦ τίνα μοι λείπει πρὸς ἀπάθειαν; τίνα πρὸς ἀταραξίαν; τίς εἰμι; μή τι σωμάτιον, μή τι κτῆσις, μή τι φήμη; οὐδὲν τούτων. ἀλλὰ τί; λογικόν εἰμι ζῷον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme