Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 4

6.10 τὸ οὖν ἄλλον τι ὑπολαβεῖν περὶ σοῦ ποίου εἴδους ἐστίν; — τοῦ ἀπροαιρέτου. — οὐκοῦν οὐδὲν πρὸς σέ; — οὐδέν. — ἔτι οὖν δακνόμενος ἐπὶ τούτῳ καὶ ταρασσόμενος οἴει πεπεῖσθαι περὶ ἀγαθῶν καὶ κακῶν;
6.11 οὐ θέλεις οὖν ἀφεὶς τοὺς ἄλλους αὐτὸς σαυτῷ γενέσθαι καὶ μαθητὴς καὶ διδάσκαλος; ὄψονται οἱ ἄλλοι, εἰ λυσιτελεῖ αὐτοῖς παρὰ φύσιν ἔχειν καὶ διεξάγειν, ἐμοὶ δʼ οὐδείς ἐστιν ἐγγίων ἐμοῦ.
6.12 τί οὖν τοῦτό ἐστιν, ὅτι τοὺς μὲν λόγους ἀκήκοα τοὺς τῶν φιλοσόφων καὶ συγκατατίθεμαι αὐτοῖς, ἔργῳ δʼ οὐδὲν γέγονα κουφότερος; μή τι οὕτως ἀφυής εἰμι; καὶ μὴν περὶ τὰ ἄλλα, ὅσα ἐβουλήθην, οὐ λίαν ἀφυὴς εὑρέθην, ἀλλὰ καὶ γράμματα ταχέως ἔμαθον καὶ παλαίειν καὶ γεωμετρεῖν καὶ συλλογισμοὺς ἀναλύειν.
6.13 μή τι οὖν οὐ πέπεικέ με ὁ λόγος; καὶ μὴν οὐκ ἄλλα τινὰ οὕτως ἐξ ἀρχῆς ἐδοκίμασα ἣ εἱλόμην καὶ νῦν περὶ τούτων ἀναγιγνώσκω, ταῦτα ἀκούω, ταῦτα γράφω· ἄλλον οὐχ εὑρήκαμεν μέχρι νῦν ἰσχυρότερον τούτου λόγον.
6.14 τί οὖν τὸ λεῖπόν μοι ἐστίν; μὴ οὐκ ἐξῄρηται τἀναντία δόγματα; μὴ αὐταὶ αἱ ὑπολήψεις ἀγύμναστοί εἰσιν οὐδʼ εἰθισμέναι ἀπαντᾶν ἐπὶ τὰ ἔργα, ἀλλʼ ὡς ὁπλάρια ἀποκείμενα κατίωται καὶ οὐδὲ περιαρμόσαι μοι δύναται;
6.15 καίτοι οὔτʼ ἐπὶ τοῦ παλαίειν οὔτʼ ἐπὶ τοῦ γράφειν ἢ ἀναγιγνώσκειν ἀρκοῦμαι τῷ μαθεῖν, ἀλλʼ ἄνω κάτω στρέφω τοὺς προτεινομένους καὶ ἄλλους πλέκω καὶ μεταπίπτοντας ὡσαύτως.
6.16 τὰ δʼ ἀναγκαῖα θεωρήματα, ἀφʼ ὧν ἔστιν ὁρμώμενον ἄλυπον γενέσθαι, ἄφοβον ἀπαθῆ, ἀκώλυτον, ἐλεύθερον, ταῦτα δʼ οὐ γυμνάζω οὐδὲ μελετῶ κατὰ ταῦτα τὴν προσήκουσαν μελέτην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme