Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 4

1.22 εἶτα ξίφος αἰτεῖ καὶ πρὸς τὸν ὑπʼ εὐνοίας μὴ διδόντα χαλεπαίνειν καὶ δῶρα τῇ μισούσῃ πέμπει καὶ δεῖται καὶ κλαίει, πάλιν δὲ μικρὰ εὐημερήσας ἐπαίρεται· πλὴν καὶ τότε πῶς;
1.23 μηδʼ ἐπιθυμεῖν ἢ φοβεῖσθαι οὔτʼ ἐλευθερίαν.
1.24 σκέψαι δʼ ἐπὶ τῶν ζῴων, πῶς χρώμεθα τῇ ἐννοίᾳ τῆς ἐλευθερίας.
1.25 λέοντας τρέφουσιν ἡμέρους ἐγκλείσαντες καὶ σιτίζουσι καὶ κομίζουσιν ἔνιοι μεθʼ αὑτῶν. καὶ τίς ἐρεῖ τοῦτον τὸν λέοντα ἐλεύθερον; οὐχὶ δʼ ὅσῳ μαλακώτερον διεξάγει, τοσούτῳ δουλικώτερον; τίς δʼ ἂν λέων αἴσθησιν καὶ λογισμὸν λαβὼν βούλοιτο τούτων τις εἶναι τῶν λεόντων;
1.26 ἄγε, τὰ δὲ πτηνὰ ταῦτα ὅταν ληφθῇ καὶ ἐγκεκλειμένα τρέφηται, οἷα πάσχει ζητοῦντα ἐκφυγεῖν; καὶ ἔνιά γε αὐτῶν λιμῷ διαφθείρεται μᾶλλον ἢ ὑπομένει τὴν τοιαύτην διεξαγωγήν,
1.27 ὅσα δʼ οὖν διασῴζεται, μόγις καὶ χαλεπῶς καὶ φθίνοντα, κἂν ὅλως εὕρῃ τι παρεῳγμένον, ἐξεπήδησεν. οὕτως ὀρέγεται τῆς φυσικῆς ἐλευθερίας καὶ τοῦ αὐτόνομα καὶ ἀκώλυτα εἶναι.
1.28 καὶ τί σοι κακόν ἐστιν ἐνταῦθα; οἷα λέγεις; πέτεσθαι πέφυκα ὅπου θέλω, ὕπαιθρον διάγειν, ᾁδειν ὅταν θέλω· σύ με πάντων τούτων ἀφαιρῇ καὶ λέγεις τί σοι κακόν ἐστιν;
1.29 διὰ τοῦτο ἐκεῖνα μόνα ἐροῦμεν ἐλεύθερα, ὅσα τὴν ἅλωσιν οὐ φέρει, ἀλλʼ ἅμα τε ἑάλω καὶ ἀποθανόντα διέφυγεν.
1.30 οὕτως καὶ Διογένης που λέγει μίαν εἶναι μηχανὴν πρὸς ἐλευθερίαν τὸ εὐκόλως ἀποθνῄσκειν, καὶ τῷ Περσῶν βασιλεῖ γράφει ὅτι τὴν Ἀθηναίων πόλιν καταδουλώσασθαι οὐ δύνασαι· οὐ μᾶλλον, φησίν, ἢ τοὺς ἰχθύας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme