Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 4

3.11 τήρει τὸ ἀγαθὸν τὸ σαυτοῦ ἐν παντί, τῶν δʼ ἄλλων κατὰ τὸ διδόμενον μέχρι τοῦ εὐλογιστεῖν ἐν αὐτοῖς, τούτῳ μόνῳ ἀρκούμενος. εἰ δὲ μή, δυστυχήσεις, ἀτυχήσεις, κωλυθήσῃ, ἐμποδισθήσῃ.
3.12 οὗτοί εἰσιν οἱ ἐκεῖθεν ἀπεσταλμένοι νόμοι, ταῦτα τὰ διατάγματα· τούτων ἐξηγητὴν δεῖ γενέσθαι, τούτοις ὑποτεταγμένον, οὐ τοῖς Μασουρίου καὶ Κασσίου.

πρὸς τοὺς περὶ τὸ ἐν ἡσυχίᾳ διάγειν ἐσπουδακότας.

4.1 μέμνησο, ὅτι οὐ μόνον ἐπιθυμία ἀρχῆς καὶ πλούτου ταπεινοὺς ποιεῖ καὶ ἄλλοις ὑποτεταγμένους, ἀλλὰ καὶ ἡσυχίας καὶ σχολῆς καὶ ἀποδημίας καὶ φιλολογίας. ἁπλῶς γὰρ οἷον εἂν ᾖ τὸ ἐκτός, ἡ τιμὴ αὐτοῦ ὑποτάσσει ἄλλῳ.
4.2 τί οὖν διαφέρει συγκλήτου ἐπιθυμεῖν ἢ τοῦ μὴ εἶναι συγκλητικόν; τί διαφέρει ἀρχῆς ἐπιθυμεῖν ἢ ἀναρχίας; τί διαφέρει λέγειν ὅτι κακῶς μοί ἐστιν, οὐδὲν ἔχω τί πράξω, ἀλλὰ τοῖς βιβλίοις προσδέδεμαι ὡς νεκρὸς ἢ λέγειν κακῶς μοί ἐστιν, οὐκ εὐσχολῶ ἀναγνῶναι;
4.3 ὡς γὰρ ἀσπασμοὶ καὶ ἀρχὴ τῶν ἐκτός ἐστι καὶ ἀπροαιρέτων, οὕτως καὶ βιβλίον.
4.4 ἢ τίνος ἕνεκα θέλεις ἀναγνῶναι; εἰπέ μοι. εἰ μὲν γὰρ ἐπʼ αὐτὸυ καταστρέφεις ἐπʼ αὐτὸ τὸ ψυχαγωγηθῆναι ἢ μαθεῖν τι, ψυχρὸς εἶ καὶ ταλαίπωρος. εἰ δʼ ἐφʼ ὃ δεῖ ἀναφέρεις, τί τοῦτʼ ἔστιν ἄλλο ἢ εὔροια; εἰ δέ σοι τὸ ἀναγιγνώσκειν εὔροιαν μὴ περιποιῇ, τί ὄφελος αὐτοῦ;
4.5 — ἀλλὰ περιποιεῖ, φησίν, καὶ διὰ τοῦτο ἀγανακτῶ ὡς ἀπολειπόμενος αὐτοῦ. — καὶ τίς αὕτη ἡ εὔροια, ἣν ὁ τυχὼν ἐμποδίσαι δύναται, οὐ λέγω Καῖσαρ ἢ Καίσαρος φίλος, ἀλλὰ κόραξ, αὐλητής, πυρετός, ἄλλα τρισμύρια; ἡ δʼ εὔροια οὐδὲν οὕτως ἔχει ὡς τὸ διηνεκὲς καὶ ἀνεμπόδιστον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme