Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

26.34 οὐ δόξῃ οὐδὲ χρήμασιν οὐδʼ ἀρχαῖς, ἀλλʼ ἀλκῇ τῇ ἑαυτοῦ, τοῦτʼ ἔστι δόγμασι περὶ τῶν ἐφʼ ἡμῖν καὶ οὐκ ἐφʼ ἡμῖν.
26.35 ταῦτα γάρ ἐστι μόνα τὰ τοὺς ἐλευθέρους ποιοῦντα, τὰ τοὺς ἀκωλύτους, τὰ τὸν τράχηλον ἐπαίροντα τῶν τεταπεινομένων, τὰ ἀντιβλέπειν ποιοῦντα ὀρθοῖς τοῖς ὀφθαλμοῖς πρὸς τοὺς πλουσίους, πρὸς τοὺς τυράννους.
26.36 καὶ τὸ τοῦ φιλοσόφου δῶρον τοῦτο ἦν, σὺ δʼ οὐκ ἐξελεύσῃ θαρρῶν, ἀλλὰ περιτρέμων τοῖς ἱματιδίοις καὶ τοῖς ἀργυρωματίοις; δύστηνε, οὕτως ἀπώλεσας τὸν μέχρι νῦν χρόνον;
26.37 τί οὖν, ἂν νοσήσω;— νοσήσεις καλῶς. — τίς με θεραπεύσει; — ὁ θεός, οἱ φίλοι. — σκληρῶς κατακείσομαι. — ἀλλʼ ὡς ἀνήρ. — οἴκημα ἐπιτήδειον οὐχ ἕξω. — ἐν ἐπιτηδείῳ οὐ νοσήσεις; — τίς μοι ποιήσει τὰ τροφεῖα; — οἱ καὶ τοῖς ἄλλοις ποιοῦντες· ὡς Μάνης νοσήσεις. — τί δὲ καὶ τὸ πέρας τῆς νόσου;
26.38 — ἄλλο τι ἢ θάνατος; ἆρʼ οὖν ἐνθυμῇ, ὅτι κεφάλαιον τοῦτο πάντων τῶν κακῶν τῷ ἀνθρώπῳ καὶ ἀγεννείας καὶ δειλίας οὐ θάνατός ἐστιν, μᾶλλον δʼ ὁ τοῦ θανάτου φόβος;
26.39 ἐπὶ τοῦτον οὖν μοι γυμνάζου, ἐνταῦθα νευέτωσαν οἱ λόγοι πάντες, τὰ ἀσκήματα, τὰ ἀναγνώσματα, καὶ εἴσῃ, ὅτι οὕτως μόνως ἐλευθεροῦνται ἄνθρωποι.
← Previous 89 / 89

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme