Book 3
24.81
οὐκ ἀρνήσῃ καὶ ὅσα ἔμαθες εἰδέναι, ἵνα μὴ διαβάλῃς τὰ θεωρήματα ὡς ἄχρηστα; τί σοι κακὸν ἐποίησεν φιλοσοφία; τί σε ἠδίκησε Χρύσιππος, ἵνʼ αὐτοῦ τοὺς πόνους ἔργῳ αὐτὸς ἀχρήστους ἐξελέγχῃς; οὐκ ἤρκει σοι τὰ ἐκεῖ κακά, ὅσα εἶχες αἴτια τοῦ λυπεῖσθαι καὶ πενθεῖν, εἰ καὶ μὴ ἀπεδήμησας, ἀλλὰ πλείω προσέλαβες;
24.82
κἂν ἄλλους πάλιν ἔχῃς συνήθεις καὶ φίλους, ἕξεις πλείονα τοῦ οἰμώζειν αἴτια, κἂν πρὸς ἄλλην χώραν προσπαθῇς. τί οὖν ζῇς; ἵνα λύπας ἄλλας ἐπʼ ἄλλαις περιβάλῃ, διʼ ἃς ἀτυχεῖς;
24.83
εἶτά μοι καλεῖς τοῦτο φιλοστοργίαν; ποίαν, ἄνθρωπε, φιλοστοργίαν; εἰ ἀγαθόν ἐστιν, οὐδενὸς κακοῦ αἴτιον γίνεται· εἰ κακόν ἐστιν, οὐδέν μοι καὶ αὐτῇ ἐγὼ πρὸς τὰ ἀγαθὰ τὰ ἐμαυτοῦ πέφυκα, πρὸς κακὰ οὐ πέφυκα.
24.84
τίς οὖν ἡ πρὸς τοῦτο ἄσκησις; πρῶτον μὲν ἡ ἀνωτάτω καὶ κυριωτάτη καὶ εὐθὺς ὥσπερ ἐν πύλαις, ὅταν τινὶ προσπάσχῃς, οὐδενὶ τῶν ἀναφαιρέτων, ἀλλά τινι τοιούτῳ γένει, οἷόν ἐστι χύτρα, οἷον ὑάλινον ποτήριον, ἵνʼ ὅταν καταγῇ, μεμνημένος μὴν μὴ ταραχθῇς.
24.85
οὕτως καὶ ἐνθάδʼ, ἐὰν παιδίον σαυτοῦ καταφιλῇς, ἐὰν ἀδελφόν, ἐὰν φίλον, μηδέποτε ἐπιδῷς τὴν φαντασίαν εἰς ἅπαν μηδὲ τὴν διάχυσιν ἐάσῃς προελθεῖν ἐφʼ ὅσον αὐτὴ θέλει, ἀλλʼ ἀντίσπασον, κώλυσον, οἷον οἱ τοῖς θριαμβεύουσιν ἐφεστῶτες ὄπισθεν καὶ ὑπομιμνῄσκοντες, ὅτι ἄνθρωποί εἰσιν.
24.86
τοιοῦτόν τι καὶ σὺ ὑπομίμνῃσκε σεαυτόν, ὅτι θνητὸν φιλεῖς, οὐδὲν τῶν σεαυτοῦ φιλεῖς· ἐπὶ τοῦ παρόντος σοι δέδοται, οὐκ ἀναφαίρετον οὐδʼ εἰς ἅπαν, ἀλλʼ ὡς σῦκον, ὡς σταφυλή, τῇ τεταγμένῃ ὥρᾳ τοῦ ἔτους· ἂν δὲ χειμῶνος ἐπιποθῇς, μωρὸς εἶ.