Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

24.75 δοῦλος καὶ ταπεινός· καὶ τί σοι ὄφελος; — οὔ· ἀλλʼ ἐλεύθερος. — δεῖξον, πῶς ἐλεύθερος. ἰδοὺ ἐπείληπταί σου τίς ποτε οὗτος ὁ ἐξάγων σε ἀπὸ τῆς συνήθους σοι διατριβῆς καὶ λέγει δοῦλος ἐμὸς εἶ· ἐπʼ ἐμοὶ γάρ ἐστι κωλῦσαί σε διάγειν ὡς θέλεις, ἐπʼ ἐμοὶ τὸ ἀνεῖναί σε, τὸ ταπεινοῦν· ὅταν θέλω, πάλιν εὐφραίνῃ καὶ μετέωρος πορεύῃ εἰς Ἀθήνας.
24.76 τί λέγεις πρὸς τοῦτον τὸν δουλαγωγοῦντά σε; ποῖον αὐτῷ καρπιστὴν δίδως; ἢ οὐδʼ ὅλως ἀντιβλέπεις, ἀλλʼ ἀφεὶς τοὺς πολλοὺς λόγους ἱκετεύεις, ἵνα ἀφεθῇς;
24.77 ἄνθρωπε, εἰς φυλακήν σε δεῖ χαίροντα ἀπιέναι, σπεύδοντα, φθάνοντα τοὺς ἀπάγοντας. εἶτά μοι σὺ μὲν ἐν Ῥώμῃ διάγειν ὀκνεῖς, τὴν Ἑλλάδα ποθεῖς; ὅταν δʼ ἀποθνῄσκειν δέῃ, καὶ τότε μέλλεις ἡμῶν κατακλαίειν, ὅτι τὰς Ἀθήνας οὐ μέλλεις βλέπειν καὶ ἐν Λυκείῳ οὐ περιπατήσεις;
24.78 ἐπὶ τοῦτο ἀπεδήμησας; τούτου ἕνεκα ἐζήτησάς τινι συμβαλεῖν, ἵνʼ ὠφεληθῇς ὑπʼ αὐτοῦ; ποίαν ὠφέλειαν; συλλογισμοὺς ἵνʼ ἀναλύσῃς ἑκτικώτερον ἢ ἐφοδεύσης ὑποθετικούς; καὶ διὰ ταύτην τὴν αἰτίαν ἀδελφὸν ἀπέλιπες, πατρίδα, φίλους, οἰκείους, ἵνα ταῦτα μαθὼν ἐπανέλθῃς;
24.79 ὥστʼ οὐχ ὑπὲρ εὐσταθείας ἀπεδήμεις, οὐχ ὑπὲρ ἀταραξίας, οὐχ ἵνʼ ἀβλαβὴς γενόμενος μηκέτι μηδένα μέμφῃ, μηδενὶ ἐγκαλῇς, μηδείς σε ἀδικῇ καὶ οὕτως τὰς σχέσεις ἀποσῴζῃς ἀπαραποδίστως;
24.80 καλὴν ἐστείλω ταύτην τὴν ἐμπορίαν, συλλογισμοὺς καὶ μεταπίπτοντας καὶ ὑποθετικούς· κἄν σοι φανῇ, ἐν τῇ ἀγορᾷ καθίσας πρόγραψον ὡς οἱ φαρμακοπῶλαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme