Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

22.106 σωματίου δέ; ναί. καὶ κτησειδίου; ναί· καὶ ἀρχῶν καὶ τιμῶν. τί οὖν αὐτῷ τούτων μέλει; ὅταν οὖν τις διὰ τούτων αὐτὸν ἐκφοβῇ, λέγει αὐτῷ ὕπαγε, ζήτει τὰ παιδία· ἐκείνοις τὰ προσωπεῖα φοβερά ἐστιν, ἐγὼ δʼ οἶδα, ὅτι ὀστράκινά ἐστιν, ἔσωθεν δὲ οὐδὲν ἔχει.
22.107 περὶ τοιούτου πράγματος βουλεύῃ. ὥστε ἐάν σοι δόξῃ, τὸν θεόν σοι, ὑπέρθου καὶ ἰδού σοι πρῶτον τὴν παρασκευήν.
22.108 ἰδοὺ γάρ, τί καὶ ὁ Ἕκτωρ λέγει τῇ Ἀνδρομάχῃ· ὕπαγε, φησίν, μᾶλλον εἰς οἶκον καὶ ὕφαινε· πόλεμος δʼ ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δʼ ἐμοί.
22.109 οὕτως καὶ τῆς ἰδίας παρασκευῆς συνῄσθετο καὶ τῆς ἐκείνης ἀδυναμίας.

πρὸς τοὺς ἀναγιγνώσκοντας καὶ διαλεγομένους ἐπιδεικτικῶς.

23.1 τίς εἶναι θέλεις, σαυτῷ πρῶτον εἰπέ· εἶθʼ οὕτως ποίει ἃ ποιεῖς. καὶ γὰρ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων οὕτως ὁρῶμεν γινόμενα.
23.2 οἱ ἀθλοῦντες πρῶτον κρίνουσιν, τίνες εἶναι θέλουσιν, εἶθʼ οὕτως τὰ ἑξῆς ποιοῦσιν. εἰ δολιχοδρόμος, τοιαύτη τροφή, τοιοῦτος περίπατος, τοιαύτη τρῖψις, τοιαύτη γυμνασία· εἰ σταδιοδρόμος, πάντα ταῦτα ἀλλοῖα· εἰ πένταθλος, ἔτι ἀλλοιότερα. οὕτως εὑρήσεις καὶ ἐπὶ τῶν τεχνῶν.
23.3 εἰ τέκτων, τοιαῦτα ἕξεις· εἰ χαλκεύς, τοιαῦτα. ἕκαστον γὰρ τῶν γινομένων ὑφʼ ἡμῶν ἂν μὲν ἐπὶ μηδὲν ἀναφέρωμεν, εἰκῇ ποιήσομεν· ἐὰν δʼ ἐφʼ ὃ μὴ δεῖ, διεσφαλμένως.
23.4 λοιπὸν ἡ μέν τίς ἐστι κοινὴ ἀναφορά, ἡ δʼ ἰδία. πρῶτον ἵνʼ ὡς ἄνθρωπος. ἐν τούτῳ τί περιέχεται; μὴ ὡς πρόβατον, εἰ βλαπτικῶς καὶ ἐπιεικῶς, ὡς θηρίον.
23.5 ἡ δʼ ἰδία πρὸς τὸ ἐπιτήδευμα ἑκάστου καὶ τὴν προαίρεσιν. ὁ κιθαρῳδὸς ὡς κιθαρῳδός, ὁ τέκτων ὡς τέκτων, ὁ φιλόσοφος ὡς φιλόσοφος, ὁ ῥήτωρ ὡς ῥήτωρ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme