Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

21.18 ἀλλʼ οὐδὲ σοφὸν εἶναι τυχὸν ἐξαρκεῖ πρὸς τὸ ἐπιμεληθῆναι νέων· δεῖ δὲ καὶ προχειρότητά τινα εἶναι καὶ ἐπιτηδειότητα πρὸς τοῦτο, νὴ τὸν Δία, καὶ σῶμα ποιὸν καὶ πρὸ πάντων τὸν θεὸν συμβουλεύειν ταύτην τὴν χώραν κατασχεῖν,
21.19 ὡς Σωκράτει συνεβούλευεν τὴν ἐλεγκτικὴν χώραν ἔχειν, ὡς Διογένει τὴν βασιλικὴν καὶ ἐπιπληκτικήν, ὡς Ζήνωνι τὴν διδασκαλικὴν καὶ δογματικήν.
21.20 σὺ δʼ ἰατρεῖον ἀνοίγεις ἄλλο οὐδὲν ἔχων ἢ φάρμακα, ποῦ δὲ ἢ πῶς ἐπιτίθεται ταῦτα, μήτε εἰδὼς μήτε πολυπραγμονήσας.
21.21 ἰδοὺ ἐκεῖνος ταῦτα, κολλύρια· κἀγὼ ἔχω. μή τι οὖν καὶ τὴν δύναμιν τὴν χρηστικὴν αὐτοῖς; μή τι οἶδας καὶ πότε καὶ πῶς ὠφελήσει καὶ τίνα;
21.22 τί οὖν κυβεύεις ἐν τοῖς μεγίστοις, τί ῥᾳδιουργεῖς, τί ἐπιχειρεῖς πράγματι μηδέν σοι προσήκοντι; ἄφες αὐτὸ τοῖς δυναμένοις, τοῖς κοσμοῦσι. μὴ προστρίβου καὶ αὐτὸς αἶσχος φιλοσοφίᾳ διὰ σαυτοῦ, μηδὲ γίνου μέρος τῶν διαβαλλόντων τὸ ἔργον.
21.23 ἀλλὰ εἴ σε ψυχαγωγεῖ τὰ θεωρήματα, καθήμενος αὐτὰ στρέφε αὐτὸς ἐπὶ σεαυτοῦ· φιλόσοφον δὲ μηδέποτʼ εἴπῃς σεαυτὸν μηδʼ ἄλλου ἀνάσχῃ λέγοντος, ἀλλὰ λέγε πεπλάνηται· ἐγὼ γὰρ οὔτʼ ὀρέγομαι ἄλλως ἢ πρότερον οὐδʼ ὁρμῶ ἐπʼ ἄλλα οὐδὲ συγκατατίθεμαι ἄλλοις οὐδʼ ὅλως ἐν χρήσει φαντασιῶν παρήλλαχά τι ἀπὸ τῆς πρότερον καταστάσεως.
21.24 ταῦτα φρόνει καὶ λέγε περὶ σεαυτοῦ, εἰ θέλεις τὰ κατʼ ἀξίαν φρονεῖν· εἰ δὲ μή, κύβευε καὶ ποίει ἃ ποιεῖς. ταῦτα γάρ σοι πρέπει.

περὶ Κυνισμοῦ.

22.1 πυθομένου δὲ τῶν γνωρίμων τινὸς αὐτοῦ, ὃς ἐφαίνετο ἐπιρρεπῶς ἔχων πρὸς τὸ κυνίσαι, Ποῖόν τινα εἶναι δεῖ τὸν κυνίζοντα καὶ τίς ἡ πρόληψις ἡ τοῦ πράγματος, Σκεψόμεθα κατὰ σχολήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme