Book 3
20.5
μικρά σοι δοκεῖ ὁ Μενοικεὺς ὠφεληθῆναι, ὅτʼ ἀπέθνῃσκεν; — τοιαῦτά τις εἰπὼν ὠφεληθείη ἢ οἷα ἐκεῖνος ὠφελήθη. — ἔα, ἄνθρωπε, οὐκ ἐτήρησεν τὸν φιλόπατριν, τὸν μεγαλόφρονα, τὸν πιστόν, τὸν γενναῖον; ἐπιζήσας δὲ οὐκ ἀπώλλυεν ταῦτα πάντα;
20.6
οὐ περιεποιεῖτο τὰ ἐναντία; τὸν δειλὸν οὐκ ἀνελάμβανεν, τὸν ἀγεννῆ, τὸν μισόπατριν, τὸν φιλόψυχον; ἄγε δοκεῖ σοι μικρὰ ὠφεληθῆναι ἀποθανών;
20.7
οὔ· ἀλλʼ ὁ τοῦ Ἀδμήτου πατὴρ μεγάλα ὠφελήθη ζήσας οὕτως ἀγεννῶς καὶ ἀθλίως;
20.8
ὕστερον γὰρ οὐκ ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, τὰς ὕλας θαυμάζοντες, παύσασθʼ ἑαυτοὺς δούλους ποιοῦντες πρῶτον τῶν πραγμάτων, εἶτα διʼ αὐτὰ καὶ τῶν ἀνθρώπων τῶν ταῦτα περιποιεῖν ἢ ἀφαιρεῖσθαι δυναμένων.
20.9
ἔστιν οὖν ἀπὸ τούτων ὠφεληθῆναι;— ἀπὸ πάντων. — καὶ ἀπὸ τοῦ λοιδοροῦντος; — τί δʼ ὠφελεῖ τὸν ἀθλητὴν ὁ προσγυμναζόμενος; τὰ μέγιστα. καὶ οὗτος ἐμοῦ προγυμναστὴς γίνεται· τὸ ἀνεκτικόν μου γυμνάζει, τὸ ἀόργητον, τὸ πρᾷον.
20.10
οὔ· ἀλλʼ ὁ μὲν τοῦ τραχήλου καθάπτων καὶ τὴν ὀσφῦν μου καὶ τοὺς ὤμους καταρτίζων ὠφελεῖ με καὶ ὁ ἀλείπτης καλῶς ποιῶν λέγει ἆρον ὕπερον ἀμφοτέραις καὶ ὅσῳ βαρύτερός ἐστιν ἐκεῖνος, τοσούτῳ μᾶλλον ὠφελοῦμαι ἐγώ· εἰ δέ τις πρὸς ἀοργησίαν με γυμνάζει, οὐκ ὠφελεῖ με;
20.11
τοῦτʼ ἔστι τὸ μὴ εἰδέναι ἀπʼ ἀνθρώπων ὠφελεῖσθαι. κακὸς γείτων; αὑτῷ· ἀλλʼ ἐμοὶ ἀγαθός· γυμνάζει μου τὸ εὔγνωμον, τὸ ἐπιεικές.