Book 3
14.10
καὶ σχεδὸν τὸ φιλοσοφεῖν τοῦτʼ ἔστι, ζητεῖν, πῶς ἐνδέχεται ἀπαραποδίστως ὀρέξει χρῆσθαι καὶ ἐκκλίσει.
14.11
κρείσσων εἰμὶ σοῦ· ὁ γὰρ πατήρ μου ὑπατικός ἐστιν. ἄλλος λέγει ἐγὼ δεδημάρχηκα, σὺ δʼ οὔ.
14.12
εἰ δʼ ἵπποι ἦμεν, ἔλεγες ἂν ὅτι ὁ πατήρ μου ὠκύτερος ἦν ἢ ὅτι ἐγὼ ἔχω πολλὰς κριθὰς καὶ χόρτον ἢ ὅτι κομψὰ περιτραχήλια; εἰ οὖν ταῦτά σου λέγοντος εἶπον ὅτι ἔστω ταῦτα, τρέχωμεν οὖν;
14.13
ἄγε, ἐπʼ ἀνθρώπου οὖν οὐδέν ἐστι τοιοῦτον οἷον ἐφʼ ἵππου δρόμος, ἐξ οὗ γνωσθήσεται ὁ χείρων καὶ ὁ κρείττων; μήποτʼ ἐστὶν αἰδώς, πίστις, δικαιοσύνη;
14.14
τούτοις δείκνυε κρείττονα σεαυτόν, ἵνʼ ὡς ἄνθρωπος ᾖ κρείττων. ἄν μοι λέγῃς ὅτι μεγάλα λακτίζω, ἐρῶ σοι κἀγὼ ὅτι ἐπὶ ὄνου ἔργῳ μέγα φρονεῖς.
ὅτι δεῖ περιεσκεμμένως ἔρχεσθαι ἐφʼ ἕκαστα.
15.1
ἑκάστου ἔργου σκόπει τὰ καθηγούμενα καὶ τὰ ἀκόλουθα καὶ οὕτως ἔρχου ἐπʼ αὐτό. εἰ δὲ μή, τὴν μὲν πρώτην ἥξεις προθύμως ἅτε μηδὲν τῶν ἑξῆς ἐντεθυμημένος, ὕστερον δʼ ἀναφανέντων τινῶν αἰσχρῶς ἀποστήσῃ.
15.2
θέλω Ὀλύμπια νικῆσαι. ἀλλὰ σκόπει τὰ καθηγούμενα αὐτοῦ καὶ τὰ ἀκόλουθα· καὶ οὕτως ἄν σοι λυσιτελῇ, ἅπτου τοῦ ἔργου.
15.3
δεῖ σε εὐτακτεῖν, ἀναγκοφαγεῖν, ἀπέχεσθαι πεμμάτων, γυμνάζεσθαι πρὸς ἀνάγκην, ὥρᾳ τεταγμένῃ, ἐν καύματι, ἐν ψύχει· μὴ ψυχρὸν πίνειν, μὴ οἶνον ὅτʼ ἔτυχεν· ἁπλῶς ὡς ἰατρῷ γὰρ παραδεδωκέναι σεαυτὸν τῷ ἐπιστάτῃ·
15.4
εἶτα ἐν τῷ ἀγῶνι παρορύσσεσθαι, ἔστιν ὅτε χεῖρα ἐκβαλεῖν, σφυρὸν στρέψαι, πολλὴν ἁφὴν καταπιεῖν, μαστιγωθῆναι· καὶ μετὰ τούτων πάντων ἔσθʼ ὅτε νικηθῆναι.