Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

9.18 πάτρων, οὐ πάτρων, τί μοι μέλει; σοὶ μέλει. πλουσιώτερός σου εἰμί· οὐκ ἀγωνιῶ, τί φρονήσει περὶ ἐμοῦ ὁ Καῖσαρ· οὐδένα κολακεύω τούτου ἕνεκα. ταῦτα ἔχω ἀντὶ τῶν ἀργυρωμάτων, ἀντὶ τῶν χρυσωμάτων. σὺ χρυσᾶ σκεύη, ὀστράκινον τὸν λόγον, τὰ δόγματα, τὰς συγκαταθέσεις, τὰς ὁρμάς, τὰς ὀρέξεις.
9.19 ὅταν δὲ ταῦτα ἔχω κατὰ φύσιν, διὰ τί μὴ φιλοτεχνήσω καὶ περὶ τὸν λόγον; εὐσχολῶ γάρ· οὐ περισπᾶταί μου ἡ διάνοια. τί ποιήσω μὴ περισπώμενος; τούτου τί ἀνθρωπικώτερον ἔχω;
9.20 ὑμεῖς ὅταν μηδὲν ἔχητε, ταράσσεσθε, εἰς θέατρον εἰσέρχεσθε ἢ ἀναλύετε· διὰ τί ὁ φιλόσοφος μὴ ἐξεργάσηται τὸν αὑτοῦ λόγον;
9.21 σὺ κρυστάλλινα, ἐγὼ τὰ τοῦ Ψευδομένου· σὺ μούρρινα, ἐγὼ τὰ τοῦ Ἀποφάσκοντος. σοὶ πάντα μικρὰ φαίνεται ἃ ἔχεις, ἐμοὶ τὰ ἐμὰ πάντα μεγάλα. ἀπλήρωτός σου ἐστὶν ἡ ἐπιθυμία, ἡ ἐμὴ πεπλήρωται.
9.22 τοῖς παιδίοις εἰς στενόβρογχον κεράμιον καθιεῖσιν τὴν χεῖρα καὶ ἐκφέρουσιν ἰσχαδοκάρυα τοῦτο συμβαίνει· ἂν πληρώσῃ τὴν χεῖρα, ἐξενεγκεῖν οὐ δύναται, εἶτα κλάει. ἄφες ὀλίγα ἐξ αὐτῶν καὶ ἐξοίσεις. καὶ σὺ ἄφες τὴν ὄρεξιν· μὴ πολλῶν ἐπιθύμει καὶ οἴσεις.

πῶς φέρειν δεῖ τὰς νόσους.

10.1 ἑκάστου δόγματος ὅταν ἡ χρεία παρῇ, πρόχειρον αὐτὸ ἔχειν δεῖ· ἐπʼ ἀρίστῳ τὰ περὶ ἀρίστου, ἐν βαλανείῳ τὰ περὶ βαλανείου, ἐν κοίτῃ τὰ περὶ κοίτης.
10.2 μηδʼ ὕπνον μαλακοῖσιν ἐπʼ ὄμμασι προσδέξασθαι, πρὶν τῶν ἡμερινῶν ἔργων λογίσασθαι ἕκαστα·
10.3 πῇ παρέβην; τί δʼ ἔρεξα; τί μοι δέον οὐ τετέλεσται; ἀρξάμενος δʼ ἀπὸ τοῦδε ἐπέξιθι· καὶ μετέπειτα δειλὰ μὲν ῥέξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme