Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

9.3 τί γάρ ἐστιν, ὃ ἐπεθύμησας προστάτης χειροτονηθῆναι Κνωσίων; τὸ δόγμα. τί ἐστιν, διʼ ὃ νῦν εἰς Ῥώμην ἀνέρχῃ; τὸ δόγμα. καὶ μετὰ χειμῶνος καὶ κινδύνου καὶ ἀναλωμάτων; — ἀνάγκη γάρ ἐστιν. — τίς σοι λέγει τοῦτο;
9.4 τὸ δόγμα. οὐκοῦν εἰ πάντων αἴτια τὰ δόγματα, φαῦλα δέ τις ἔχει δόγματα, οἷον ἂν ᾖ τὸ αἴτιον, τοιοῦτον καὶ τὸ ἀποτελούμενον.
9.5 ἆρʼ οὖν πάντες ἔχομεν ὑγιῆ δόγματα καὶ σὺ καὶ ὁ ἀντίδικός σου; καὶ πῶς διαφέρεσθε; ἀλλὰ σὺ μᾶλλον ἢ ἐκεῖνος; διὰ τί; δοκεῖ σοι. κἀκείνῳ καὶ τοῖς μαινομένοις. τοῦτο πονηρὸν κριτήριον.
9.6 ἀλλὰ δεῖξόν μοι, ὅτι ἐπίσκεψίν τινα καὶ ἐπιμέλειαν πεποίησαι τῶν σαυτοῦ δογμάτων. καὶ ὡς νῦν εἰς Ῥώμην πλεῖς ἐπὶ τῷ προστάτης εἶναι Κνωσίων καὶ οὐκ ἐξαρκεῖ σοι μένειν ἐν οἴκῳ τὰς τιμὰς ἔχοντι ἃς εἶχες, ἀλλὰ μείζονός τινος ἐπιθυμεῖς καὶ ἐπιφανεστέρου, πότε οὕτως ἔπλευσας ὑπὲρ τοῦ τὰ δόγματα ἐπισκέψασθαι τὰ σαυτοῦ καὶ εἴ τι φαῦλον ἔχεις, ἐκβαλεῖν;
9.7 τίνι προσελήλυθας τούτου ἕνεκα; ποῖον χρόνον ἐπέταξας σαυτῷ, ποίαν ἡλικίαν; ἔπελθέ σου τοὺς χρόνους, εἰ ἐμὲ αἰσχύνῃ, αὐτὸς πρὸς σαυτόν.
9.8 ὅτε παῖς ἦς, ἐξήταζες τὰ σαυτοῦ δόγματα; οὐχὶ δʼ ὡς πάντα ποιεῖς, ἐποίεις ἃ ἐποίεις; ὅτε δὲ μειράκιον ἤδη καὶ τῶν ῥητόρων ἤκουες καὶ αὐτὸς ἐμελέτας, τί σοι λείπειν ἐφαντάζου;
9.9 ὅτε δὲ νεανίσκος καὶ ἤδη ἐπολιτεύου καὶ δίκας αὐτὸς ἔλεγες καὶ εὐδοκίμεις, τίς σοι ἔτι ἴσος ἐφαίνετο; ποῦ δʼ ἂν ἠνέσχου ὑπό τινος ἐξεταζόμενος, ὅτι πονηρὰ ἔχεις δόγματα;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme