Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

7.30 — ἀλλὰ καὶ κριτής εἰμι τῶν Ἑλλήνων. — οἶδας κρίνειν; τί σε ἐποίησεν εἰδέναι; — Καῖσάρ μοι κωδίκελλον ἔγραψεν. — Γραψάτω σοι, ἵνα κρίνῃς περὶ τῶν μουσικῶν· καὶ τί σοι ὄφελος;
7.31 ὅμως δὲ πῶς κριτὴς ἐγένου; τὴν τίνος χεῖρα καταφιλήσας, τὴν Συμφόρου ἢ τὴν Νουμηνίου; τίνος πρὸ τοῦ κοιτῶνος κοιμηθείς; τίνι πέμψας δῶρα; εἶτα οὐκ αἰσθάνῃ, ὅτι τοσούτου ἄξιόν ἐστι κριτὴν εἶναι ὅσου Νουμήνιος; — ἀλλὰ δύναμαι ὃν θέλω εἰς φυλακὴν βαλεῖν.
7.32 — ὡς λίθον. — ἀλλὰ δύναμαι ξυλοκοπῆσαι ὃν θέλω. — ὡς ὄνον. οὐκ ἔστι τοῦτο ἀνθρώπων ἀρχή.
7.33 ὡς λογικῶν ἡμῶν ἄρξον δεικνὺς ἡμῖν τὰ συμφέροντα καὶ ἀκολουθήσομεν· δείκνυε τὰ ἀσύμφορα καὶ ἀποστραφησόμεθα.
7.34 ζηλωτὰς ἡμᾶς κατασκεύασον σεαυτοῦ ὡς Σωκράτης ἑαυτοῦ. ἐκεῖνος ἦν ὁ ὡς ἀνθρώπων ἄρχων, ὁ κατεσκευακὼς ὑποτεταχότας αὐτῷ τὴν ὄρεξιν τὴν αὑτῶν, τὴν ἔκκλισιν, τὴν ὁρμήν, τὴν ἀφορμήν.
7.35 τοῦτο ποίησον, τοῦτο μὴ ποιήσῃς· εἰ δὲ μή, εἰς φυλακήν σε βαλῶ. οὐκέτι ὡς λογικῶν ἡ ἀρχὴ γίνεται.
7.36 ἀλλʼ ὡς ὁ Ζεὺς διέταξεν, τοῦτο ποίησον· ἂν δὲ μὴ ποιήσῃς, ζημιωθήσῃ, βλαβήσῃ. ποίαν βλάβην; ἄλλην οὐδεμίαν, ἀλλὰ τὸ μὴ ποιῆσαι ἃ δεῖ· ἀπολέσεις τὸν πιστόν, τὸν αἰδήμονα, τὸν κόσμιον. τούτων ἄλλας βλάβας μείζονας μὴ ζήτει.

πῶς πρὸς τὰς φαντασίας γυμναστέον.

8.1 ὡς πρὸς τὰ ἐρωτήματα τὰ σοφιστικὰ γυμναζόμεθα, οὕτως καὶ πρὸς τὰς φαντασίας καθʼ ἡμέραν ἔδει γυμνάζεσθαι· προτείνουσι γὰρ ἡμῖν καὶ αὗται ἐρωτήματα.
8.2 ὁ υἱὸς ἀπέθανε τοῦ δεῖνος. ἀπόκριναι ἀπροαίρετον, οὐ κακόν. ὁ πατὴρ τὸν δεῖνα ἀποκληρονόμον ἀπέλειπεν. τί σοι δοκεῖ; ἀπροαίρετον, οὐ κακόν. Καῖσαρ αὐτὸν κατέκρινεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme