Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 2

23.32 τοιοῦτοί εἰσι καὶ οἱ λέγοντες μηδεμίαν εἶναι παραλλαγὴν κάλλους πρὸς αἶσχος. εἶτα ὁμοίως ἦν κινηθῆναι τὸν Θερσίτην ἰδόντα καὶ τὸν Ἀχιλλέα; ὁμοίως τὴν Ἑλένην καὶ ἣν ἔτυχε γυναῖκα;
23.33 καὶ ταῦτα μωρὰ καὶ ἄγροικα καὶ οὐκ εἰδότων τὴν ἑκάστου φύσιν, ἀλλὰ φοβουμένων μὴ ἄν τις αἴσθηται τῆς διαφορᾶς, εὐθὺς συναρπασθεὶς καὶ ἡττηθεὶς ἀπέλθῃ.
23.34 ἀλλὰ τὸ μέγα τοῦτο, ἀπολιπεῖν ἑκάστῳ τὴν αὑτοῦ δύναμιν ἣν ἔχει καὶ ἀπολιπόντα ἰδεῖν τὴν ἀξίαν τῆς δυνάμεως καὶ τὸ κράτιστον τῶν ὄντων καταμαθεῖν καὶ τοῦτο ἐν παντὶ μεταδιώκειν, περὶ τοῦτο ἐσπουδακέναι, πάρεργα τἆλλα πρὸς τοῦτο πεποιημένον, οὐ μέντοι ἀμελοῦντα οὐδʼ ἐκείνων κατὰ δύναμιν.
23.35 καὶ γὰρ ὀφθαλμῶν ἐπιμελητέον, ἀλλʼ οὐχ ὡς τοῦ κρατίστου, ἀλλὰ καὶ τούτων διὰ τὸ κράτιστον· ὅτι ἐκεῖνο οὐκ ἄλλως ἕξει κατὰ φύσιν εἰ μὴ ἐν τούτοις εὐλογιστοῦν καὶ τὰ ἕτερα παρὰ τὰ ἕτερα αἱρούμενον.
23.36 τί οὖν ἐστι τὸ γινόμενον; οἷον εἴ τις ἀπιὼν εἰς τὴν πατρίδα τὴν ἑαυτοῦ καὶ διοδεύων πανδοκεῖον καλὸν ἀρέσαντος αὐτῷ τοῦ πανδοκείου καταμένοι ἐν τῷ πανδοκείῳ.
23.37 ἄνθρωπε, ἐπελάθου σου τῆς προθέσεως· οὐκ εἰς τοῦτο ὥδευες, ἀλλὰ διὰ τούτου. ἀλλὰ κομψὸν τοῦτο. πόσα δʼ ἄλλα πανδοκεῖα κομψά, πόσοι δὲ λειμῶνες· ἁπλῶς ὡς δίοδος.
23.38 τὸ δὲ προκείμενον ἐκεῖνο· εἰς τὴν πατρίδα ἐπανελθεῖν, τοὺς οἰκείους ἀπαλλάξαι δέους, αὐτὸν τὰ τοῦ πολίτου ποιεῖν, γῆμαι, παιδοποιεῖσθαι, ἄρξαι τὰς νομιζομένας ἀρχάς.
23.39 οὐ γὰρ τοὺς κομψοτέρους ἡμῖν τόπους ἐκλεξόμενος ἐλήλυθας, ἀλλʼ ἐν οἷς ἐγένου καὶ ὧν κατατέταξαι πολίτης, ἐν τούτοις ἀναστραφησόμενος. τοιοῦτόν τι καὶ ἐνταῦθά ἐστι τὸ γινόμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme