Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 2

21.4 τί οὖν τὸ αἴτιον; τὸ μὲν κυριώτατον ἀνομολογία καὶ ταραχὴ ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν, ἄλλοις δʼ ἄλλα αἴτια καὶ σχεδὸν ὅσα ἂν αἰσχρὰ φαντάζωνται, ταῦτα οὐ πάνυ ὁμολογοῦσι·
21.5 τὸ δὲ δειλὸν εἶναι εὐγνώμονος ἤθους φαντάζονται καὶ τὸ ἐλεήμονα, τὸ δʼ ἠλίθιον εἶναι παντελῶς ἀνδραπόδου· καὶ τὰ περὶ κοινωνίαν δὲ πλημμελήματα οὐ πάνυ προσίενται.
21.6 ἐπὶ δὲ τῶν πλείστων ἁμαρτημάτων κατὰ τοῦτο μάλιστα φέρονται ἐπὶ τὸ ὁμολογεῖν αὐτά, ὅτι φαντάζονταί τι ἐν αὐτοῖς εἶναι ἀκούσιον καθάπερ ἐν τῷ δειλῷ καὶ ἐλεήμονι.
21.7 κἂν ἀκρατῆ που παρομολογῇ τις αὑτόν, ἔρωτα προσέθηκεν, ὥστε συγγνωσθῆναι ὡς ἐπʼ ἀκουσίῳ. τὸ δʼ ἄδικον οὐδαμῶς φαντάζονται ἀκούσιον. ἔνι τι καὶ τῷ ζηλοτύπῳ, ὡς οἴονται, τοῦ ἀκουσίου· διὰ τοῦτο καὶ περὶ τούτου παρομολογοῦσιν.
21.8 ἐν οὖν τοιούτοις ἀνθρώποις ἀναστρεφόμενον, οὕτως τεταραγμένοις, οὕτως οὐκ εἰδόσιν οὔθʼ ὅ τι λέγουσιν οὔθʼ ὅ τι ἔχουσιν κακὸν ἢ εἰ ἔχουσιν ἢ παρὰ τί ἔχουσιν ἢ πῶς παύσονται αὐτῶν, καὶ αὐτὸν οἶμαι ἐφιστάνειν ἄξιον συνεχὲς
21.9 μή που καὶ αὐτὸς εἷς εἰμι ἐκείνων; τίνα φαντασίαν ἔχω περὶ ἐμαυτοῦ; πῶς ἐμαυτῷ χρῶμαι; μή τι καὶ αὐτὸς ὡς φρονίμῳ, μή τι καὶ αὐτὸς ὡς ἐγκρατεῖ; μὴ καὶ αὐτὸς λέγω ποτὲ ταῦτα, ὅτι εἰς τὸ ἐπιὸν πεπαίδευμαι;
21.10 ἔχω ἣν δεῖ συναίσθησιν τὸν μηδὲν εἰδότα, ὅτι οὐδὲν οἶδα; ἔρχομαι πρὸς τὸν διδάσκαλον ὡς ἐπὶ τὰ χρηστήρια πείθεσθαι παρεσκευασμένος; ἢ καὶ αὐτὸς κορύζης μεστὸς εἰς τὴν σχολὴν εἰσέρχομαι μόνην τὴν ἱστορίαν μαθησόμενος καὶ τὰ βιβλία νοήσων, ἃ πρότερον οὐκ ἐνόουν, ἂν δʼ οὕτως τύχῃ, καὶ ἄλλοις ἐξηγησόμενος;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme