Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 2

2.3 τὰ γὰρ ἐπὶ σοὶ αὐτεξούσια καὶ φύσει ἐλεύθερα θέλων τηρῆσαι καὶ τούτοις ἀρκούμενος τίνος ἔτι ἐπιστρέφῃ; τίς γὰρ αὐτῶν κύριος, τίς αὐτὰ δύναται ἀφελέσθαι;
2.4 εἰ θέλεις αἰδήμων εἶναι καὶ πιστός, τίς οὐκ ἐάσει σε; εἰ θέλεις μὴ κωλύεσθαι μηδʼ ἀναγκάζεσθαι, τίς σε ἀναγκάσει ὀρέγεσθαι ὧν οὐ δοκεῖ σοι, τίς ἐκκλίνειν ἃ μὴ φαίνεταί σοι;
2.5 ἀλλὰ τί; πράξει μέν σοί τινα ἃ δοκεῖ φοβερὰ εἶναι· ἵνα δὲ καὶ ἐκκλίνων αὐτὰ πάθῃς, πῶς δύναται ποιῆσαι;
2.6 ὅταν οὖν ἐπὶ σοὶ ᾖ τὸ ὀρέγεσθαι καὶ ἐκκλίνειν, τίνος ἔτι ἐπιστρέφῃ;
2.7 τοῦτό σοι προοίμιον, τοῦτο διήγησις, τοῦτο πίστις, τοῦτο νίκη, τοῦτο ἐπίλογος, τοῦτο εὐδοκίμησις.
2.8 διὰ τοῦτο ὁ Σωκράτης πρὸς τὸν ὑπομιμνῄσκοντα, ἵνα παρασκευάζηται πρὸς τὴν δίκην, ἔφη οὐ δοκῶ οὖν σοι ἅπαντι τῷ βίῳ πρὸς τοῦτο παρασκευάζεσθαι;
2.9 — ποίαν παρασκευήν; — τετήρηκα, φησίν, τὸ ἐπʼ ἐμοί. — πῶς οὖν; — οὐδὲν οὐδέποτʼ ἄδικον οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ ἔπραξα.
2.10 εἰ δὲ θέλεις καὶ τὰ ἐκτὸς τηρῆσαι, τὸ σωμάτιον καὶ τὸ οὐσίδιον καὶ τὸ ἀξιωμάτιον, λέγω σοι· ἤδη αὐτόθεν παρασκευάζου τὴν δυνατὴν παρασκευὴν πᾶσαν καὶ λοιπὸν σκέπτου καὶ τὴν φύσιν τοῦ δικαστοῦ καὶ τὸν ἀντίδικον.
2.11 εἰ γονάτων ἅψασθαι δεῖ, γονάτων ἅψαι· εἰ κλαῦσαι, κλαῦσον· εἰ οἰμῶξαι, οἴμωξον.
2.12 ὅταν γὰρ ὑποθῇς τὰ σὰ τοῖς ἐκτός, δούλευε τὸ λοιπὸν καὶ μὴ ἀντισπῶ καὶ ποτὲ μὲν θέλε δουλεύειν, ποτὲ δὲ μὴ θέλε,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme