Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 2

14.27 ἔστιν οὖν ὁ διοικῶν. ποῖός τις καὶ πῶς ὁ διοικῶν; ἡμεῖς δὲ τίνες ὄντες ὑπʼ αὐτοῦ γεγόναμεν καὶ πρὸς τί ἔργον; ἆρά γʼ ἔχομέν τινα ἐπιπλοκὴν πρὸς αὐτὸν καὶ σχέσιν ἢ οὐδεμίαν;
14.28 ταῦτʼ ἔστιν ἃ πάσχουσιν οὗτοι οἱ ὀλίγοι· καὶ λοιπὸν τούτῳ μόνῳ σχολάζουσι τῷ τὴν πανήγυριν ἱστορήσαντας ἀπελθεῖν.
14.29 τί οὖν; καταγελῶνται ὑπὸ τῶν πολλῶν· καὶ γὰρ ἐκεῖ οἱ θεαταὶ ὑπὸ τῶν ἐμπόρων· καὶ εἰ τὰ κτήνη συναίσθησίν τινα εἶχεν, κατεγέλα τῶν ἄλλο τι τεθαυμακότων ἢ τὸν χόρτον.

πρὸς τοὺς σκληρῶς τισιν ὧν ἔκριναν ἐμμένοντας.

15.1 ὅταν ἀκούσωσί τινες τούτων τῶν λόγων, ὅτι βέβαιον εἶναι δεῖ καὶ ἡ μὲν προαίρεσις ἐλεύθερον φύσει καὶ ἀνανάγκαστον, τὰ δʼ ἄλλα κωλυτά, ἀναγκαστά, δοῦλα, ἀλλότρια, φαντάζονται ὅτι δεῖ παντὶ τῷ κριθέντι ὑπʼ αὐτῶν ἀπαραβάτως ἐμμένειν.
15.2 ἀλλὰ πρῶτον ὑγιὲς εἶναι δεῖ τὸ κεκριμένον. θέλω γὰρ εἶναι τόνους ἐν σώματι, ἀλλʼ ὡς ὑγιαίνοντι, ὡς ἀθλοῦντι·
15.3 ἂν δέ μοι φρενιτικοῦ τόνους ἔχων ἐνδεικνύῃς καὶ ἀλαζονεύῃ ἐπʼ αὐτοῖς, ἐρῶ σοι ὅτι ἄνθρωπε, ζήτει τὸν θεραπεύσοντα. τοῦτο οὐκ εἰσὶ τόνοι, ἀλλʼ ἀτονία.
15.4 ἕτερον τρόπον τοιοῦτόν τι καὶ ἐπὶ τῆς ψυχῆς πάσχουσιν οἱ παρακούοντες τῶν λόγων τούτων. οἷον καὶ ἐμός τις ἑταῖρος ἐξ οὐδεμιᾶς αἰτίας ἔκρινεν ἀποκαρτερεῖν.
15.5 ἔγνων ἐγὼ ἤδη τρίτην ἡμέραν ἔχοντος αὐτοῦ τῆς ἀποχῆς καὶ ἐλθὼν ἐπυνθανόμην τί ἐγένετο.
15.6 — κέκρικα, φησίν. — ἀλλʼ ὅμως τί σε ἦν τὸ ἀναπεῖσαν; εἰ γὰρ ὀρθῶς ἔκρινας, ἰδοὺ παρακαθήμεθά σοι καὶ συνεργοῦμεν, ἵνʼ ἐξέλθῃς· εἰ δʼ ἀλόγως ἔκρινας, μετάθου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme