Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 2

12.23 οὐδαμῶς. ἀλλʼ αὐτὸς ἐπιμεμέλησαι αὐτοῦ; πότερον μαθὼν παρά του ἢ εὑρὼν αὐτός; ὧδε λοιπὸν ὁ κίνδυνος, μὴ πρῶτον μὲν εἴπῃ
12.24 τί δέ σοι μέλει, βέλτιστε; κύριός μου εἶ; εἶτʼ ἂν ἐπιμείνῃς πράγματα παρέχων, διαράμενος κονδύλους σοι δῷ.
12.25 τούτου τοῦ πράγματος ἤμην ποτὲ ζηλωτὴς καὶ αὐτός, πρὶν εἰς ταῦτα ἐμπεσεῖν.

περὶ τοῦ ἀγωνιᾶν.

13.1 ὅταν ἀγωνιῶντα ἴδω ἄνθρωπον, λέγω· οὗτος τί ποτε θέλει; εἰ μὴ τῶν οὐκ ἐφʼ αὑτῷ τι ἤθελεν, πῶς ἂν ἔτι ἠγωνία;
13.2 διὰ τοῦτο καὶ ὁ κιθαρῳδὸς μόνος μὲν ᾁδων οὐκ ἀγωνιᾷ, εἰς θέατρον δʼ εἰσερχόμενος, κἂν λίαν εὔφωνος ᾖ καὶ καλῶς κιθαρίζῃ· οὐ γὰρ ᾆσαι μόνον θέλει καλῶς, ἀλλὰ καὶ εὐδοκιμῆσαι, τοῦτο δʼ οὐκέτι ἐστὶν ἐπʼ αὐτῷ.
13.3 λοιπὸν οὗ μὲν ἡ ἐπιστήμη αὐτῷ πρόσεστιν, ἐκεῖ τὸ θάρσος· φέρε ὃν θέλεις ἰδιώτην καὶ οὐκ ἐπιστρέφεται· ὅπου δʼ οὐκ οἶδεν οὐδὲ μεμελέτηκεν, ἐκεῖ ἀγωνιᾷ.
13.4 τί δʼ ἔστι τοῦτο; οὐκ οἶδεν, τί ἐστιν ὄχλος οὐδὲ τί ὄχλου ἔπαινος· ἀλλὰ τὴν νήτην μὲν τύπτειν ἔμαθεν καὶ τὴν ὑπάτην, ἔπαινος δʼ ὁ παρὰ τῶν πολλῶν τί ἐστι καὶ τίνα δύναμιν ἔχει ἐν βίῳ οὔτε οἶδεν οὔτε μεμελέτηκεν αὐτό.
13.5 ἀνάγκη λοιπὸν τρέμειν καὶ ὠχριᾶν. κιθαρῳδὸν μὲν οὖν οὐ δύναμαι εἰπεῖν μὴ εἶναι, ὅταν ἴδω τινὰ φοβούμενον, ἄλλο δέ τι δύναμαι εἰπεῖν καὶ οὐδὲ ἕν, ἀλλὰ πολλά.
13.6 καὶ πρῶτον πάντων ξένον αὐτὸν καλῶ καὶ λέγω· οὗτος ὁ ἄνθρωπος οὐκ οἶδεν ποῦ τῆς γῆς ἐστιν, ἀλλʼ ἐκ τοσούτου χρόνου ἐπιδημῶν ἀγνοεῖ τοὺς νόμους τῆς πόλεως καὶ τὰ ἔθη καὶ τί ἔξεστι καὶ τί οὐκ ἔξεστιν. ἀλλʼ οὐδὲ νομικόν τινα παρέλαβεν πώποτε τὸν ἐροῦντα αὐτῷ καὶ ἐξηγησόμενον τὰ νόμιμα·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme