Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 2

1.16 τί γάρ ἐστι παιδίον; ἄγνοια. τί ἐστι παιδίον; ἀμαθία. ἐπεὶ ὅπου οἶδεν, κἀκεῖνα οὐδὲν ἡμῶν ἔλαττον ἔχει.
1.17 θάνατος τί ἐστιν; μορμολύκειον. στρέψας αὐτὸ κατάμαθε· ἰδοῦ, πῶς οὐ δάκνει. τὸ σωμάτιον δεῖ χωρισθῆναι τοῦ πνευματίου, ὡς πρότερον ἐκεχώριστο, ἢ νῦν ἢ ὕστερον. τί οὖν ἀγανακτεῖς, εἰ νῦν; εἰ γὰρ μὴ νῦν, ὕστερον.
1.18 διὰ τί; ἵνα ἡ περίοδος ἀνύηται τοῦ κόσμου· χρείαν γὰρ ἔχει τῶν μὲν ἐνισταμένων, τῶν δὲ μελλόντων, τῶν δʼ ἠνυσμένων.
1.19 πόνος τί ἐστιν; μορμολύκειον. στρέψον αὐτὸ καὶ κατάμαθε. τραχέως κινεῖται τὸ σαρκίδιον, εἶτα πάλιν λείως. ἄν σοι μὴ λυσιτελῇ, ἡ θύρα ἤνοικται· ἂν λυσιτελῇ, φέρε.
1.20 πρὸς πάντα γὰρ ἠνοῖχθαι δεῖ τὴν θύραν· καὶ πρᾶγμα οὐκ ἔχομεν.
1.21 τίς οὖν τούτων τῶν δογμάτων καρπός; ὅνπερ δεῖ κάλλιστόν τʼ εἶναι καὶ πρεπωδέστατον τοῖς τῷ ὄντι παιδευομένοις, ἀταραξία ἀφοβία ἐλευθερία.
1.22 οὐ γὰρ τοῖς πολλοῖς περὶ τούτων πιστευτέον, οἳ λέγουσιν μόνοις ἐξεῖναι παιδεύεσθαι τοῖς ἐλευθέροις, ἀλλὰ τοῖς φιλοσόφοις μᾶλλον, οἳ λέγουσι μόνους τοὺς παιδευθέντας ἐλευθέρους εἶναι.
1.23 — πῶς τοῦτο; — οὕτως· νῦν ἄλλο τί ἐστιν ἐλευθερία ἢ τὸ ἐξεῖναι ὡς βουλόμεθα διεξάγειν; οὐδέν. λέγετε δή μοι, ὦ ἄνθρωποι, βούλεσθε ζῆν ἁμαρτάνοντες; οὐ βουλόμεθα. οὐδεὶς τοίνυν ἁμαρτάνων ἐλεύθερός ἐστιν.
1.24 βούλεσθε ζῆν φοβούμενοι, βούλεσθε λυπούμενοι, βούλεσθε ταρασσόμενοι; οὐδαμῶς. οὐδεὶς ἄρα οὔτε φοβούμενος οὔτε λυπούμενος οὔτε ταρασσόμενος ἐλεύθερός ἐστιν, ὅστις δʼ ἀπήλλακται λυπῶν καὶ φόβων καὶ ταραχῶν, οὗτος τῇ αὐτῇ ὁδῷ καὶ τοῦ δουλεύειν ἀπήλλακται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme