Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 1

29.43 διὰ τοῦτο ἂν ἀφέλῃ τις αὐτοῦ καὶ τὰς ἐμβάδας καὶ τὸ προσωπεῖον καὶ ἐν εἰδώλῳ αὐτὸν προαγάγῃ, ἀπώλετο ὁ τραγῳδὸς ἢ μένει; ἂν φωνὴν ἔχῃ, μένει.
29.44 καὶ ἐνθάδε. λάβε ἡγεμονίαν. λαμβάνω καὶ λαβὼν δεικνύω, πῶς ἄνθρωπος ἀναστρέφεται πεπαιδευμένος.
29.45 θὲς τὴν πλατύσημον καὶ ἀναλαβὼν ῥάκη πρόσελθε ἐν προσώπῳ τοιούτῳ. τί οὖν; οὐ δέδοταί μοι καλὴν φωνὴν εἰσενεγκεῖν;
29.46 πῶς οὖν ἀναβαίνεις νῦν; ὡς μάρτυς ὑπὸ τοῦ θεοῦ κεκλημένος.
29.47 ἔρχου σὺ καὶ μαρτύρησόν μοι· σὺ γὰρ ἄξιος εἶ προαχθῆναι μάρτυς. ὑπʼ ἐμοῦ. μή τι τῶν ἐκτὸς τῆς προαιρέσεως ἀγαθόν ἐστιν ἢ κακόν; μή τινα βλάπτω; μή τι ἐπʼ ἄλλῳ τὴν ὠφέλειαν ἐποίησα τὴν ἑκάστου ἢ ἐπʼ αὐτῷ;
29.48 τίνα μαρτυρίαν δίδως τῷ θεῷ; ἐν δεινοῖς εἰμι, κύριε, καὶ δυστυχῶ, οὐδείς μου ἐπιστρέφεται, οὐδείς μοι δίδωσιν οὐδέν, πάντες ψέγουσιν, κακολογοῦσιν.
29.49 ταῦτα μέλλεις μαρτυρεῖν καὶ καταισχύνειν τὴν κλῆσιν ἣν κέκληκεν, ὅτι σε ἐτίμησεν ταύτην τὴν τιμὴν καὶ ἄξιον ἡγήσατο προσαγαγεῖν εἰς μαρτυρίαν τηλικαύτην;
29.50 ἀλλʼ ἀπεφήνατο ὁ ἔχων τὴν ἐξουσίαν κρίνω σε ἀσεβῆ καὶ ἀνόσιον εἶναι. τί σοι γέγονεν; ἐκρίθην ἀσεβὴς καὶ ἀνόσιος εἶναι.
29.51 ἄλλο οὐδέν; οὐδέν. εἰ δὲ περὶ συνημμένου τινὸς ἐπικεκρίκει καὶ ἐδεδώκει ἀπόφασιν τὸ εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν κρίνω ψεῦδος εἶναι, τί ἐγεγόνει τῷ συνημμένῳ; τίς ἐνθάδε κρίνεται, τίς κατακέκριται; τὸ συνημμένον ἢ ὁ ἐξαπατηθεὶς περὶ αὐτοῦ;
29.52 οὗτος οὖν τίς ποτε ὁ ἔχων ἐξουσίαν τοῦ ἀποφήνασθαί τι περὶ σοῦ; οἶδεν τί ἐστι τὸ εὐσεβὲς ἢ τὸ ἀσεβές; μεμελέτηκεν αὐτό; μεμάθηκεν; ποῦ; παρὰ τίνι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme