Book 1
28.4
ὅταν οὖν τις συγκατατίθηται τῷ ψεύδει, ἴσθι ὅτι οὐκ ἤθελεν ψεύδει συγκαταθέσθαι· πᾶσα γὰρ ψυχὴ ἄκουσα στέρεται τῆς ἀληθείας, ὡς λέγει Πλάτων· ἀλλὰ ἔδοξεν αὐτῷ τὸ ψεῦδος ἀληθές.
28.5
ἄγε ἐπὶ δὲ τῶν πράξεων τί ἔχομεν τοιοῦτον οἷον ἐνθάδε τὸ ἀληθὲς ἢ τὸ ψεῦδος; τὸ καθῆκον καὶ παρὰ τὸ καθῆκον, τὸ συμφέρον καὶ τὸ ἀσύμφορον, τὸ κατʼ ἐμὲ καὶ οὐ κατʼ ἐμὲ καὶ ὅσα τούτοις ὅμοια.
28.6
οὐ δύναται οὖν τις δοκεῖν μέν, ὅτι συμφέρει αὐτῷ, μὴ αἱρεῖσθαι δʼ αὐτό; οὐ δύναται.
28.7
πῶς ἡ λέγουσα καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων; ὅτι αὐτὸ τοῦτο, τῷ θυμῷ χαρίσασθαι καὶ τιμωρήσασθαι τὸν ἄνδρα, συμφορώτερον ἡγεῖται τοῦ σῶσαι τὰ τέκνα.
28.8
ναί· ἀλλʼ ἐξηπάτηται. δεῖξον αὐτῇ ἐναργῶς ὅτι ἐξηπάτηται καὶ οὐ ποιήσει· μέχρι δʼ ἂν οὗ μὴ δεικνύῃς, τίνι ἔχει ἀκολουθῆσαι ἢ τῷ φαινομένῳ;
28.9
οὐδενί. τί οὖν χαλεπαίνεις αὐτῇ, ὅτι πεπλάνηται ἡ ταλαίπωρος περὶ τῶν μεγίστων καὶ ἔχις ἀντὶ ἀνθρώπου γέγονεν; οὐχὶ δʼ, εἴπερ ἄρα, μᾶλλον ἐλεεῖς, ὡς τοὺς τυφλοὺς ἐλεοῦμεν, ὡς τοὺς χωλούς, οὕτως τοὺς τὰ κυριώτατα τετυφλωμένους καὶ ἀποκεχωλωμένους;
28.10
ὅστις οὖν τούτου μέμνηται καθαρῶς ὅτι ἀνθρώπῳ μέτρον πάσης πράξεως τὸ φαινόμενον (λοιπὸν ἢ καλῶς φαίνεται ἢ κακῶς· εἰ καλῶς, ἀνέγκλητός ἐστιν· εἰ κακῶς, αὐτὸς ἐζημίωται· οὐ δύναται γὰρ ἄλλος μὲν εἶναι ὁ πεπλανημένος, ἄλλος δʼ ὁ βλαπτόμενος), οὐδενὶ ὀργισθήσεται, οὐδενὶ χαλεπανεῖ, οὐδένα λοιδορήσει, οὐδένα μέμψεται, οὐ μισήσει, οὐ προσκόψει οὐδενί.
28.11
ὥστε καὶ τὰ οὕτω μεγάλα καὶ δεινὰ ἔργα ταύτην ἔχει τὴν ἀρχήν, τὸ φαινόμενον; ταύτην οὐδʼ ἄλλην.