Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 1

2.19 ταῦτα εἶδεν καὶ Πρῖσκος Ἑλουίδιος καὶ ἰδὼν ἐποίησε. προσπέμψαντος αὐτῷ Οὐεσπασιανοῦ, ἵνα μὴ εἰσέλθῃ εἰς τὴν σύγκλητον, ἀπεκρίνατο ἐπὶ σοί ἐστι μὴ ἐᾶσαί με εἶναι συγκλητικόν· μέχρι δὲ ἂν ὦ, δεῖ με εἰσέρχεσθαι.
2.20 ἄγε ἀλλʼ εἰσελθών, φησίν, σιώπησον. μή μʼ ἐξέταζε καὶ σιωπήσω. ἀλλὰ δεῖ με ἐξετάσαι. κἀμὲ εἰπεῖν τὸ φαινόμενον δίκαιον. ἀλλʼ ἐὰν εἴπῃς, ἀποκτενῶ σε.
2.21 πότε οὖν σοι εἶπον, ὅτι ἀθάνατός εἰμι; καὶ σὺ τὸ σὸν ποιήσεις κἀγὼ τὸ ἐμόν. σόν ἐστιν ἀποκτεῖναι, ἐμὸν ἀποθανεῖν μὴ τρέμοντα· σὸν φυγαδεῦσαι, ἐμὸν ἐξελθεῖν μὴ λυπούμενον.
2.22 τί οὖν ὠφέλησε Πρῖσκος εἷς ὤν; τί δʼ ὠφελεῖ ἡ πορφύρα τὸ ἱμάτιον; τί γὰρ ἄλλο ἢ διαπρέπει ἐν αὐτῷ ὡς πορφύρα καὶ τοῖς ἄλλοις δὲ καλὸν παράδειγμα ἔκκειται;
2.23 ἄλλος δʼ ἂν εἰπόντος αὐτῷ Καίσαρος ἐν τοιαύτῃ περὶ στάσει μὴ ἐλθεῖν εἰς σύγκλητον εἶπεν ἔχω χάριν, ὅτι μου φείδῃ.
2.24 τὸν τοιοῦτον οὐδʼ ἂν ἐκώλυεν εἰσελθεῖν, ἀλλʼ ᾔδει, ὅτι ἢ καθεδεῖται ὡς κεράμιον ἢ λέγων ἐρεῖ, ἃ οἶδεν ὅτι ὁ Καῖσαρ θέλει, καὶ προσεπισωρεύσει ἔτι πλείονα.
2.25 τοῦτον τὸν τρόπον καὶ ἀθλητής τις κινδυνεύων ἀποθανεῖν, εἰ μὴ ἀπεκόπη τὸ αἰδοῖον, ἐπελθόντος αὐτῷ τοῦ ἀδελφοῦ (ἦν δʼ ἐκεῖνος φιλόσοφος) καὶ εἰπόντος ἄγε, ἀδελφέ, τί μέλλεις ποιεῖν; ἀποκόπτομεν τοῦτο τὸ μέρος καὶ ἔτι εἰς γυμνάσιον προερχόμεθα; οὐχ ὑπέμεινεν, ἀλλʼ ἐγκαρτερήσας ἀπέθανεν.
2.26 πυθομένου δέ τινος· πῶς τοῦτο ἐποίησεν; ὡς ἀθλητὴς ἢ ὡς φιλόσοφος; ὡς ἀνήρ, ἔφη, ἀνὴρ δʼ Ὀλύμπια κεκηρυγμένος καὶ ἠγωνισμένος, ἐν τοιαύτῃ τινὶ χώρᾳ ἀνεστραμμένος, οὐχὶ παρὰ τῷ Βάτωνι ἀλειφόμενος.
2.27 ἄλλος δὲ κἂν τὸν τράχηλον ἀπετμήθη, εἰ ζῆν ἠδύνατο δίχα τοῦ τραχήλου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme